§6.12.1ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ.
听到这些话,伊奥尼亚人便将自己托付给狄奥尼西奥斯。
ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας, ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ διʼ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε, τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπʼ ἀγκυρέων, παρεῖχέ τε τοῖσι Ἴωσι πόνον διʼ ἡμέρης.
而他每次都将船只排成单纵队驶出,为了训练桨手而让船只互相穿行进行突破演练,并让海兵们武装起来,至于一天的其余时间,他则让船只停泊在锚地上,整天让伊奥尼亚人承受劳苦。
§6.12.2μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον·
在整整七天里,他们都服从命令并照办。
τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες, οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ, ἔλεξαν πρὸς ἑωυτοὺς τάδε. §6.12.3τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν;
但在那之后的第八天,伊奥尼亚人由于不习惯这种劳苦,且被艰辛和烈日折磨得精疲力竭,便彼此商议道: “我们究竟违背了哪位神明,竟要遭受这样的惩罚?
οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι, παρεχομένῳ νέας τρεῖς, ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν·
我们丧失理智,神志不清,竟把自己托付给一个只提供三艘船的福凯亚牛皮客,受他的摆布。
ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι, καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι, πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί, πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται, μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι.
他接管了我们,用无法治愈的折磨来摧残我们;确实,我们中已经有许多人病倒,还有许多人预计也将遭受同样的命运。 相比于这些眼前的痛苦,对我们来说,无论是忍受未来可能出现的任何奴役,还是遭受其他任何折磨,都远比受困于眼前的苦难要好得多。
φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ.
来吧,从今以后我们绝不要在这里听从他。
§6.12.4ταῦτα ἔλεξαν, καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε, ἀλλʼ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδʼ ἀναπειρᾶσθαι.
” 他们说了这些话,在此之后,立刻就没有人愿意再服从了。 相反,他们像一支陆军部队一样,在岛上搭起帐篷,躲在阴凉处,既不愿登上船只,也不愿进行操船操练。