§5.84.1κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων οἱ Ἐπιδαύριοι τοῖσι Ἀθηναίοισι τὰ συνέθεντο οὐκ ἐπετέλεον.
在这些神像被盗之后,埃皮达夫鲁斯人便不再向雅典人履行他们所协定的事。
πέμψαντες δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖσι Ἐπιδαυρίοισι· οἳ δὲ ἀπέφαινον λόγῳ ὡς οὐκ ἀδικέοιεν·
雅典人派遣使者,对埃皮达夫鲁斯人表示愤怒;而后者则辩解称自己并未行不义之事。
ὅσον μὲν γὰρ χρόνον εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ, ἐπιτελέειν τὰ συνέθεντο, ἐπεὶ δὲ ἐστερῆσθαι αὐτῶν, οὐ δίκαιον εἶναι ἀποφέρειν ἔτι, ἀλλὰ τοὺς ἔχοντας αὐτὰ Αἰγινήτας πρήσσεσθαι ἐκέλευον.
因为他们声称,只要神像还在其国土之内,他们就一直在履行协定,但既然已经被剥夺了神像,继续缴纳便是不合理的,反而催促雅典人去向占有神像的埃癸娜人征收。
§5.84.2πρὸς ταῦτα οἱ Ἀθηναῖοι ἐς Αἴγιναν πέμψαντες ἀπαίτεον τὰ ἀγάλματα· οἱ δὲ Αἰγινῆται ἔφασαν σφίσι τε καὶ Ἀθηναίοισι εἶναι οὐδὲν πρῆγμα.
对此,雅典人派人前往埃癸娜,要求归还神像;但埃癸娜人声称,他们与雅典人之间毫无瓜葛。