§5.117.1Δαυρίσης μὲν τραπόμενος πρὸς τὰς ἐν Ἑλλησπόντῳ πόλις εἷλε μὲν Δάρδανον, εἷλε δὲ Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παισόν.
达乌里塞斯转向赫勒斯滂一带的城市,攻占了达尔达诺斯,又攻占了阿卑多斯、佩尔科特、兰普萨科斯和派索斯。
ταύτας μὲν ἐπʼ ἡμέρῃ ἑκάστῃ αἵρεε, ἀπὸ δὲ Παισοῦ ἐλαύνοντί οἱ ἐπὶ Πάριον πόλιν ἦλθε ἀγγελίη τοὺς Κᾶρας τὠυτὸ Ἴωσι φρονήσαντας ἀπεστάναι ἀπὸ Περσέων.
他以一天一城的速度攻陷了这些城市,但当他从派索斯向帕里翁城进军时,传来消息说卡里亚人与伊奥尼亚人志同道合,也反叛了波斯人。
ἀποστρέψας ὦν ἐκ τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην.
于是,他从赫勒斯滂折回,率军前往卡里亚。