§5.115.1Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ·
阿马图斯人便一直这样做,直到我的时代。
Ἴωνες δὲ οἱ ἐν Κύπρῳ ναυμαχήσαντες ἐπείτε ἔμαθον τὰ πρήγματα τὰ Ὀνησίλου διεφθαρμένα καὶ τὰς πόλις τῶν Κυπρίων πολιορκευμένας τὰς ἄλλας πλὴν Σαλαμῖνος, ταύτην δὲ Γόργῳ τῷ προτέρῳ βασιλέι τοὺς Σαλαμινίους παραδόντας, αὐτίκα μαθόντες οἱ Ἴωνες ταῦτα ἀπέπλεον ἐς τὴν Ἰωνίην.
而那些在塞浦路斯参加了海战的伊奥尼亚人,当得知欧涅西洛斯的事业已经覆灭,且除萨拉米斯之外的塞浦路斯其他城市都已被包围,而萨拉米斯人已将该城交还给他们先前的国王戈尔戈斯时,一得知这些情况,伊奥尼亚人便立即乘船返回了伊奥尼亚。
§5.115.2τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέσχε χρόνον ἐπὶ πλεῖστον πολιορκευμένη Σόλοι, τὴν πέριξ ὑπορύσσοντες τὸ τεῖχος πέμπτῳ μηνὶ εἷλον οἱ Πέρσαι.
在塞浦路斯的城市中,索里在被包围中坚守了最长的时间;波斯人通过在城墙周围挖掘地道,在第五个月攻占了它。