§4.93.1πρὶν δὲ ἀπικέσθαι ἐπὶ τὸν Ἴστρον, πρώτους αἱρέει Γέτας τοὺς ἀθανατίζοντας.
在抵达伊斯特河之前,他首先征服了坚信灵魂不死的盖塔人。
οἱ μὲν γὰρ τὸν Σαλμυδησσὸν ἔχοντες Θρήικες καὶ ὑπὲρ Ἀπολλωνίης τε καὶ Μεσαμβρίης πόλιος οἰκημένοι, καλεύμενοι δὲ Κυρμιάναι καὶ Νιψαῖοι, ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν Δαρείῳ· οἱ δὲ Γέται πρὸς ἀγνωμοσύνην τραπόμενοι αὐτίκα ἐδουλώθησαν, Θρηίκων ἐόντες ἀνδρηιότατοι καὶ δικαιότατοι.
因为占领萨尔米代索斯的色雷斯人,以及居住在阿波罗尼亚和美桑布里亚城以北、被称为塞尔米亚奈人和尼普萨伊人的人们,未通过战斗就向大流士投降了;而盖塔人则因转向顽固抵抗而立刻被奴役,尽管他们是色雷斯人中最勇敢、最公正的人。