Humanitext Reader

希罗多德 · 历史 §4.76.1-4.76.6

阿那卡尔西斯因奉行外邦祭仪被杀

第 640 段,共 1577 段 · 希腊语

内容简介

文本通过贤者阿那卡尔西斯的悲剧故事,阐明了斯基泰人对异国习俗的极端排斥。他从希腊回国后因举行外邦祭仪而被自己的兄弟(国王)杀害。

§4.76.1ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι φεύγουσι αἰνῶς χρᾶσθαι, μήτε τεῶν ἄλλων, Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα, ὡς διέδεξαν Ἀνάχαρσις τε καὶ δεύτερα αὖτις Σκύλης.
这些斯基泰人也极力避免采用异国的习俗,既不采用其他任何民族的习俗,更不用说希腊人的了,这一点已被阿那卡尔西斯以及后来的斯库列斯所证明。
§4.76.2τοῦτο μὲν γὰρ Ἀνάχαρσις ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατʼ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων, πλέων διʼ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον.
一方面,阿那卡尔西斯在游历了许多土地并在那里展现了极大的智慧之后,在返回斯基泰人居所的途中,乘船穿过赫勒斯滂,在基济科斯靠岸。
§4.76.3καὶ εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα, εὔξατο τῇ μητρὶ ὁ Ἀνάχαρσις, ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ, θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν.
因为他发现基济科斯人正在极其壮丽地为众神之母举行祭典,阿那卡尔西斯便向众神之母许愿:如果他能平安无事地回到自己的家园,他就要按照基济科斯人所做的那样,在适当的季节举行同样的祭祀,并设立彻夜祭。
§4.76.4ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην (ἡ δʼ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον, τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέη), ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ, τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα.
当他到达斯基泰地区时,他走进了被称为许莱亚的地方(这里位于阿喀琉斯竞技场的旁边,碰巧长满了各种树木),走进这片森林的阿那卡尔西斯,手持着手鼓,身上系着圣像,为女神举行了全部的祭仪。
§4.76.5καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίω·
有一个斯基泰人注意到了他正在做这些事,便去向国王萨乌利奥斯禀报。
ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα, τοξεύσας αὐτὸν ἀπέκτεινε.
国王亲自赶来,亲眼看到阿那卡尔西斯正在做这些事,便放箭将他射杀。
καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος, οὐ φασί μιν Σκύθαι γινώσκειν, διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο.
现在,如果有人问起阿那卡尔西斯,斯基泰人总说不认识他,原因就是他曾前往希腊并采用了异国的习俗。
§4.76.6ὡς δʼ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου, εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων, παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος.
然而,正如我从阿里阿培忒斯的代理人蒂姆内斯那里听到的那样,他是斯基泰国王伊丹堤尔索斯的叔叔,是斯帕尔加培忒斯之子吕科斯、吕科斯之子格努罗斯的儿子。
εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις, ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών· Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου, Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν.
因此,如果阿那卡尔西斯确实属于这个家族,那么应该知道他是被自己的兄弟所杀;因为伊丹堤尔索斯是萨乌利奥斯的儿子,而萨乌利奥斯正是杀害阿那卡尔西斯的人。

词汇与语法注释

  1. §4.76.1τεῶν ἄλλων — τεῶν 批注:τεῶν ἄλλων 是伊奥尼亚方言不定代名词 τινῶν ἄλλων 的属格形式。在否定小词 μήτε 之后,它在一个省略句中表示“(不采用)其他任何民族的[习俗]”。
  2. §4.76.2τοῦτο μὲν — τοῦτο μὲν... 是一个关联结构(预示着后文的对比,此处对比了 4.76.2 中的阿那卡尔西斯和 4.78.1 中的斯库列斯),意思是“一方面……”。
  3. §4.76.3καὶ εὗρε γὰρ — 小词 γάρ 在叙事中引入了因果解释:“因为当他发现基济科斯人正在庆祝……时,[他便许下了誓言]”。
  4. §4.76.5ἤν τις εἴρηται — εἴρηται 是 ἐρωτάω(询问)的虚拟式被动完成时。主语为 τις,字面意思是“如果有人被问及[关于阿那卡尔西斯]”,在实际意义中相当于“如果有人询问”。
  5. §4.76.6ἴστω ... ἀποθανών — ἴστω 是 οἶδα(知道)的单数第三人称命令式。与分词 ἀποθανών 结合,表示“让[人们]知道,他是死于其兄弟之手”。

引用这一段

希罗多德, 历史 §4.76.1-4.76.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.76.1-4.76.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。