§4.65.1ταῦτα μὲν δὴ οὕτω σφι νενόμισται, αὐτὰς δὲ τὰς κεφαλάς, οὔτι πάντων ἀλλὰ τῶν ἐχθίστων, ποιεῦσι τάδε· ἀποπρίσας ἕκαστος πᾶν τὸ ἔνερθε τῶν ὀφρύων ἐκκαθαίρει· καὶ ἢν μὲν ᾖ πένης, ὁ δὲ ἔξωθεν ὠμοβοέην μούνην περιτείνας οὕτω χρᾶται, ἢν δὲ ᾖ πλούσιος, τὴν μὲν ὠμοβοέην περιτείνει, ἔσωθεν δὲ καταχρυσώσας οὕτω χρᾶται ποτηρίῳ.
这些事情在他们那里确实是这样规定的。 但至于头颅本身,倒并非所有人的,而是最可憎的敌人的,他们会作如下处理:每个人用锯锯掉眉毛以下的所有部分,然后把里面清理干净;如果他是个穷人,他就只在外侧包上一层生牛皮,就这样使用;但若他是富人,他会包上生牛皮,并在内侧镀上金,就这样把它当作杯子来使用。
§4.65.2ποιεῦσι δὲ τοῦτο καὶ ἐκ τῶν οἰκηίων ἤν σφι διάφοροι γένωνται καὶ ἢν ἐπικρατήσῃ αὐτοῦ παρὰ τῷ βασιλέι, ξείνων δέ οἱ ἐλθόντων τῶν ἂν λόγον ποιέηται, τὰς κεφαλὰς ταύτας παραφέρει καὶ ἐπιλέγει ὡς οἱ ἐόντες οἰκήιοι πόλεμον προσεθήκαντο καί σφεων αὐτὸς ἐπεκράτησε, ταύτην ἀνδραγαθίην λέγοντες.
他们甚至对自己的亲人也这样做,如果他们之间发生不和,而且在国王面前战胜了对方;当有他所器重的外邦客人来访时,他会把这些头颅拿出来,并向他们陈述说,这些曾是他的亲人的人向他挑起战争,而他战胜了他们;他们称这为勇武之举。