§4.61.1τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται· ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια, γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν, ἔπειτα ἐσβάλλουσι, ἢν μὲν τύχωσι ἔχοντες, ἐς λέβητας ἐπιχωρίους, μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους, χωρὶς ἢ ὅτι πολλῷ μέζονας· ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων.
由于斯基泰的土地极其缺乏木材,他们便想出了如下煮肉的方法:当他们剥去祭物的皮后,便把骨头上的肉剥干净,然后,如果他们碰巧有当地的釜,就放进釜里——这种釜非常像莱斯博斯式的混酒器,只是要大得多;他们把肉放进这些釜里,在下面烧着祭物的骨头来煮。
ἢν δὲ μή σφι παρῇ ὁ λέβης, οἳ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβάλλοντες τὰ κρέα πάντα καὶ παραμίξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα· §4.61.2τὰ δὲ αἴθεται κάλλιστα, αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων·
但如果他们手头没有釜,他们就把所有的肉放进祭物的胃袋里,掺入水,然后在下面烧骨头;这些骨头燃烧得极好,而胃袋也很容易容纳已经剥离了骨头的肉。
καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον.
就这样,牛煮了它自己,其他每种祭物也都煮了它们自己。
ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα, ὁ θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε.
肉煮好后,献祭者便从肉和内脏中取出初物,扔到自己面前。
θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα.
他们也献祭其他牲畜,尤其是马。