§4.29.1δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι· μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείῃ ἔχον ὧδε,
"
καὶ Λιβύην, ὅθι τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,
"
ὀρθῶς εἰρημένον, ἐν τοῖσι θερμοῖσι ταχὺ παραγίνεσθαι τὰ κέρεα, ἐν δὲ τοῖσι ἰσχυροῖσι ψύχεσι ἢ οὐ φύειν κέρεα τὰ κτήνεα ἀρχὴν ἡ φύοντα φύειν μόγις.
在我看来,无角的牛种也是因为这个原因而在那里不长角;而荷马在《奥德赛》中的诗句也证实了我的这一看法,其诗云: “以及利比亚,那里的羊羔很快就长出角来,” 这说得十分正确,即在温暖的地方角长得很快,而在严寒之中,牲畜要么根本不长角,要么即使长角也长得很慢。