§4.188.1θυσίαι δὲ τοῖσι νομάσι εἰσὶ αἵδε.
游牧民的祭祀如下。
ἐπεὰν τοῦ ὠτὸς ἀπάρξωνται τοῦ κτήνεος, ῥιπτέουσι ὑπὲρ τὸν δόμον, τοῦτο δὲ ποιήσαντες ἀποστρέφουσι τὸν αὐχένα αὐτοῦ· θύουσι δὲ ἡλίῳ καὶ σελήνῃ μούνοισι.
当他们割下牲畜的耳朵作为初献时,便将其扔到他们的住所上方,做完这件事后,他们扭断它的脖子;他们只向太阳和月亮祭祀。
τούτοισι μέν νυν πάντες Λίβυες θύουσι, ἀτὰρ οἱ περὶ τὴν Τριτωνίδα λίμνην νέμοντες τῇ Ἀθηναίῃ μάλιστα, μετὰ δὲ τῷ Τρίτωνι καὶ τῷ Ποσειδέωνι.
确实,所有利比亚人都向这两位神明献祭,但居住在特里托尼斯湖周围的人最主要向雅典娜献祭,其次向特里同和波塞冬献祭。