Humanitext Reader

希罗多德 · 历史 §4.139.1-4.139.3

希斯提哀乌斯的伪装与诱导斯基泰人

第 703 段,共 1577 段 · 希腊语

内容简介

希腊僭主们决定采取一项策略,仅拆毁大桥靠近斯基泰人一侧的一部分以虚假合作;随后希斯提哀乌斯欺骗斯基泰人,声称他们正在拆桥,并敦促斯基泰人前去追击波斯军。

§4.139.1οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην, ἔδοξε σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι, τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα, λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται, ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν, εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθησι ἐστὶ ἐν ἡδονῇ.
于是,当他们采纳了希斯提哀乌斯的意见时,决定在这一意见之上加上如下的行动和言辞:拆毁大桥靠近斯基泰人那一侧的部分,并且只拆毁箭矢所及的距离,这是为了使他们看起来在做些什么,而实际上什么也没做,同时也为了防止斯基泰人想要渡河时,企图强行通过该桥渡过伊斯特河;并且在拆毁大桥面向斯基泰领土的部分时,对他们说,他们会尽一切努力做让斯基泰人感到高兴的事。
§4.139.2ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ.
\n 他们将这些内容附加到了该意见中。
μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων. Ἄνδρες Σκύθαι, χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν ἐπείγεσθε·
随后,希斯提哀乌斯代表众人做出了如下的回答:\n“斯基泰的勇士们,你们带来了好消息,且来得正是时候。
καὶ τά τε ἀπʼ ὑμέων ἡμῖν χρηστῶς ὁδοῦται καὶ τὰ ἀπʼ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται.
你们那边的事务对我们来说进展顺利,而我们这边的事务也正在向你们妥善地履行。
ὡς γὰρ ὁρᾶτε, καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι.
正如你们所见,我们正在拆毁通道,并且由于我们渴望获得自由,我们将竭尽全力。
§4.139.3ἐν ᾧ δὲ ἡμεῖς τάδε λύομεν, ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους, εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει.
\n 在我们拆毁这部分大桥期间,正是你们去寻找他们的时候,一旦找到他们,就要为了我们以及你们自己,用最适合他们的方式来惩罚他们。 ”

词汇与语法注释

  1. §4.139.1ποιέειν τι δοκέωσι ποιεῦντες μηδέν — 虚拟语气现在时 `δοκέωσι`(爱奥尼亚方言,相当于雅典方言的 `δοκῶσι`)支配不定式 `ποιέειν`,而现在分词 `ποιεῦντες`(爱奥尼亚方言,相当于 `ποιοῦντες`)与否定词 `μηδέν` 连用,起让步或相反作用。该句法结构简洁地表达了欺骗性的策略:“为了使他们看起来在做什么,而实际上什么也没做”。
  2. §4.139.1λύοντας — 虽然主句的非人称动词 `ἔδοξε`(“对他们来说似乎是好的”)伴有与格代词 `σφι`,但随后的不定式 `εἰπεῖν` 的逻辑主语(分词)`λύοντας` 却使用了宾格。这反映了希腊语中一种常见的句法规则,即在非人称句中,不定式的逻辑主语通常会转为宾格。
  3. §4.139.3ὑμέας καιρός ἐστι δίζησθαι — 宾格代词 `ὑμέας` 作为不定式 `δίζησθαι`(爱奥尼亚方言,相当于雅典方言的 `ζητεῖν`)的逻辑主语,该不定式依赖于非人称短语 `καιρός ἐστι`(“是[某人]做[某事]的时候”)。整句表达了一种时宜性的义务:“正是你们去寻找他们的时候”。

引用这一段

希罗多德, 历史 §4.139.1-4.139.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.139.1-4.139.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。