Humanitext Reader

希罗多德 · 历史 §4.134.1-4.134.3

斯基泰人追逐野兔与大流士决定撤军

第 698 段,共 1577 段 · 希腊语

内容简介

礼物送达后,斯基泰军队与波斯人对峙,却因追逐野兔而陷入混乱。大流士意识到对方对自己的蔑视,决定撤退,并采纳戈布里亚斯的建议,准备在夜间丢下体弱的士兵和驴子悄悄撤退。

§4.134.1Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες.
在礼物送达之后,留下的斯基泰人排成步兵和骑兵的阵势,准备与波斯人和大流士交战。
τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε.
当斯基泰人列好阵时,一只野兔从他们中间飞奔过去。
τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον.
他们中的每一个人一看见那只野兔,便纷纷追赶起来。
ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων, εἴρετο ὁ Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον· πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας, εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν §4.134.2οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι, καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς.
由于斯基泰人陷入混乱并大声喧哗,大流士便询问敌人的这股骚动;当他听说他们是在追赶野兔时,便对那些他平时也常商讨其他事务的人说: “这些家伙对我们极其轻视,现在看来,戈布里亚斯对斯基泰人礼物的解释显然是正确的。
ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν, βουλῆς ἀγαθῆς δεῖ, ὅκως ἀσφαλέως ἡ κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω.
既然连我自己也觉得事情已经是这样了,我们就需要一个好计策,以便我们能够安全地退回去。
πρὸς ταῦτα Γοβρύης εἶπε ὦ βασιλεῦ, ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην, ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον, ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν.
” 对此,戈布里亚斯说道: “大王啊,我以前通过传闻,在某种程度上就已经知道这些人的难以对付,但来到这里之后,看到他们如此愚弄我们,我更深切地了解了这一点。
§4.134.3νῦν ὦν μοι δοκέει, ἐπεὰν τάχιστα νὺξ ἐπέλθῃ, ἐκκαύσαντας τὰ πυρὰ ὡς ἐώθαμεν καὶ ἄλλοτε ποιέειν, τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας καὶ τοὺς ὄνους πάντας καταδήσαντας ἀπαλλάσσεσθαι, πρὶν ἢ καὶ ἐπὶ τὸν Ἴστρον ἰθῦσαι Σκύθας λύσοντας τὴν γέφυραν, ἢ καί τι Ἴωσι δόξαι τὸ ἡμέας οἷον τε ἔσται ἐξεργάσασθαι.
因此,现在我的意见是,一旦夜幕降临,我们就照常点燃营火,欺骗并丢下士兵中那些体质最弱、承受苦难的人,并将所有的驴子都拴紧,然后撤走;免得斯基泰人直奔伊斯特罗斯河去拆毁桥梁,或者伊奥尼亚人做出某种可能置我们于死地的决定。 ”

词汇与语法注释

  1. 4.134.1Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ — “Πέρσῃσι”和“Δαρείῳ”均为与格(不利与格),修饰动词“ἀντετάχθησαν”(与……对峙),在没有连词的情况下并列。
  2. 4.134.1τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι — 此处为与格分词结构,用于表示时间或情况背景(“当斯基泰人列好阵时”),其功能类似于属格独立结构。
  3. 4.134.2ὡς ὦν οὕτω ἤδη δοκεόντων — “δοκεόντων”是无人称动词作属格独立结构(意为“由于事情看来如此”),前面的“ὡς”表示主观原因。
  4. 4.134.3ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας — “ἐξαπατήσαντας”(欺骗)以“τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους”(体弱的士兵)为宾语,而介词短语“ἐς τὰς ταλαιπωρίας”(陷入苦难中)表示欺骗的方向或结果,暗示将他们遗弃在艰难处境中。
  5. 4.134.3ἢ καί τι Ἴωσι δόξαι τὸ ἡμέας οἷον τε ἔσται ἐξεργάσασθαι — “δόξαι”是受“πρὶν ἢ”支配的不定式,以“τι”为主语,“Ἴωσι”为与格。冠词性不定式短语“τὸ ἡμέας οἷόν τε ἔσται ἐξεργάσασθαι”与“τι”同格,意为“那将使消灭我们成为可能的事(决议)”。“ἐξεργάσασθαι”在此处意为“彻底毁灭”。

引用这一段

希罗多德, 历史 §4.134.1-4.134.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.134.1-4.134.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。