§4.132.1ταῦτα ἀκούσαντες οἱ Πέρσαι ἐβουλεύοντο.
听到这些话后,波斯人便商议起来。
Δαρείου μέν νυν ἡ γνώμη ἦν Σκύθας ἑωυτῷ διδόναι σφέας τε αὐτοὺς καὶ γῆν τε καὶ ὕδωρ, εἰκάζων τῇδε, ὡς μῦς μὲν ἐν γῇ γίνεται καρπὸν τὸν αὐτὸν ἀνθρώπῳ σιτεόμενος, βάτραχος δὲ ἐν ὕδατι, ὄρνις δὲ μάλιστα ἔοικε ἵππῳ, τοὺς δὲ ὀιστοὺς ὡς τὴν ἑωυτῶν ἀλκὴν παραδιδοῦσι.
大流士的意见是,斯基泰人是要向他献出他们自己以及土地和水;他是这样推测的:老鼠生于土中,吃与人相同的食物;青蛙生于水中;鸟最像马;而至于箭,则意味着他们交出了自己的武力。
§4.132.2αὕτη μὲν Δαρείῳ ἀπεδέδεκτο ἡ γνώμη.
这便是大流士所表达的意见。
συνεστήκεε δὲ ταύτῃ τῇ γνώμῃ ἡ Γοβρύεω, τῶν ἀνδρῶν τῶν ἑπτὰ ἑνὸς τῶν τὸν Μάγον κατελόντων, εἰκάζοντος τὰ δῶρα λέγειν §4.132.3ἢν μὴ ὄρνιθες γενόμενοι ἀναπτῆσθε ἐς τὸν οὐρανόν, ὦ Πέρσαι, ἢ μύες γενόμενοι κατὰ τῆς γῆς καταδύητε, ἢ βάτραχοι γενόμενοι ἐς τὰς λίμνας ἐσπηδήσητε, οὐκ ἀπονοστήσετε ὀπίσω ὑπὸ τῶνδε τῶν τοξευμάτων βαλλόμενοι.
但与这一意见相对立的,是推翻马格斯僧的七人之一戈布里亚斯的意见,他推测这些礼物的意思是: “波斯人啊,除非你们变成鸟飞上天空,或者变成老鼠钻入地底,或者变成青蛙跳进湖泊,否则你们绝不能生还,而必将被这些箭射死。 ”