§4.108.1Βουδῖνοι δὲ ἔθνος ἐὸν μέγα καὶ πολλὸν γλαυκόν τε πᾶν ἰσχυρῶς ἐστι καὶ πυρρόν· πόλις δὲ ἐν αὐτοῖσι πεπόλισται ξυλίνη, οὔνομα δὲ τῇ πόλι ἐστὶ Γελωνός.
布迪诺伊人是一个巨大且人口众多的民族,他们全体都长着极为显眼的蓝眼睛和红头发;在他们之中建有一座木造的城市,这座城市的名字叫作格洛诺斯。
τοῦ δὲ τείχεος μέγαθος κῶλον ἕκαστον τριήκοντα σταδίων ἐστί, ὑψηλὸν δὲ καὶ πᾶν ξύλινον, καὶ αἱ οἰκίαι αὐτῶν ξύλιναι καὶ τὰ ἱρά.
其城墙的规模为每边三十斯塔德,城墙高耸且完全是木制的,他们的房屋和神庙也都是木制的。
§4.108.2ἔστι γὰρ δὴ αὐτόθι Ἑλληνικῶν θεῶν ἱρὰ Ἑλληνικῶς κατεσκευασμένα ἀγάλμασί τε καὶ βωμοῖσι καὶ νηοῖσι ξυλίνοισι, καὶ τῷ Διονύσῳ τριετηρίδας ἀνάγουσι καὶ βακχεύουσι.
因为那里确实有以希腊方式建立起来的希腊神明之神殿,并配有木制的神像、祭坛和殿宇,他们还为狄奥尼索斯举行三年一度的祭典,并举行巴克科斯狂欢仪式。
εἰσὶ γὰρ οἱ Γελωνοὶ τὸ ἀρχαῖον Ἕλληνες, ἐκ τῶν δὲ ἐμπορίων ἐξαναστάντες οἴκησαν ἐν τοῖσι Βουδίνοισι· καὶ γλώσσῃ τὰ μὲν Σκυθικῇ, τὰ δὲ Ἑλληνικῇ χρέωνται.
因为格洛尼人古时候是希腊人,他们从各交易港口迁出,定居在布迪诺伊人之中;在语言上,他们部分使用斯基泰语,部分使用希腊语。