§4.106.1ἀνδροφάγοι δὲ ἀγριώτατα πάντων ἀνθρώπων ἔχουσι ἤθεα, οὔτε δίκην νομίζοντες οὔτε νόμῳ οὐδενὶ χρεώμενοι·
安德罗法吉人拥有所有人中最野蛮的习俗,既不承认正义,也不使用任何法律。
νομάδες δὲ εἰσι, ἐσθῆτά τε φορέουσι τῇ Σκυθικῇ ὁμοίην, γλῶσσαν δὲ ἰδίην, ἀνδροφαγέουσι δὲ μοῦνοι τούτων.
他们是游牧民,穿着与斯基泰人相似的衣服,拥有自己独特的语言,并且是这些人中唯一吃人的。