§4.101.1ἔστι ὦν τῆς Σκυθικῆς ὡς ἐούσης τετραγώνου, τῶν δύο μερέων κατηκόντων ἐς θάλασσαν, πάντῃ ἴσον τό τε ἐς τὴν μεσόγαιαν φέρον καὶ τὸ παρὰ τὴν θάλασσαν.
因此,如果将斯基泰的土地视为一个正方形,其两边延伸至海,那么伸向内陆的一边与顺着海岸的一边在各处都是相等的。
§4.101.2ἀπὸ γὰρ Ἴστρου ἐπὶ Βορυσθένεα δέκα ἡμερέων ὁδός ἀπὸ Βορυσθένεος τε ἐπὶ τὴν λίμνην τὴν Μαιῆτιν ἑτερέων δέκα· καὶ τὸ ἀπὸ θαλάσσης ἐς μεσόγαιαν ἐς τοὺς Μελαγχλαίνους τοὺς κατύπερθε Σκυψέων οἰκημένους εἴκοσι ἡμερέων ὁδὸς.
因为从伊斯特罗斯河到博里斯梯尼河是十天的行程,而从博里斯梯尼河到迈奥蒂斯湖又是另外十天的行程;从海洋往内陆,一直到居住在斯基泰人北方的梅兰克莱诺伊人那里,是二十天的行程。
§4.101.3ἡ δὲ ὁδὸς ἡ ἡμερησίη ἀνὰ διηκόσια στάδια συμβέβληταί μοι.
而一天的行程,据我的计算是二百斯塔迪翁。
οὕτω ἂν εἴη τῆς Σκυθικῆς τὰ ἐπικάρσια τετρακισχιλίων σταδίων καὶ τὰ ὄρθια τὰ ἐς τὴν μεσόγαιαν φέροντα ἑτέρων τοσούτων σταδίων.
因此,斯基泰的横向长度应当是四千斯塔迪翁,而向内陆延伸的纵向长度也是相同数量的斯塔迪翁。
ἡ μέν νυν γῆ αὕτη ἐστὶ μέγαθος τοσαύτη.
那么,这片土地的面积就是这么大。