§3.88.1Δαρεῖός τε δὴ ὁ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο, καί οἱ ἦσαν ἐν τῇ Ἀσίῃ πάντες κατήκοοι πλὴν Ἀραβίων, Κύρου τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω.
于是,海斯塔斯佩斯之子大流士被确立为国王,除阿拉伯人外,亚洲的所有人都臣服于他,因为先前塞鲁士征服了他们,后来冈比西斯又再次征服了他们。
Ἀράβιοι δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι, ἀλλὰ ξεῖνοι ἐγένοντο παρέντες Καμβύσεα ἐπʼ Αἴγυπτον·
但阿拉伯人从未以奴役的身份臣服于波斯人,而是通过允许冈比西斯通过其领土前往埃及,从而成为他们的盟友。
ἀεκόντων γὰρ Ἀραβίων οὐκ ἂν ἐσβάλοιεν Πέρσαι ἐς Αἴγυπτον.
因为如果阿拉伯人不同意,波斯人是无法侵入埃及的。
§3.88.2γάμους τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι ὁ Δαρεῖος, Κύρου μὲν δύο θυγατέρας Ἄτοσσάν τε καὶ Ἀρτυστώνην, τὴν μὲν Ἄτοσσαν προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ Μάγῳ, τὴν δὲ Ἀρτυστώνην παρθένον·
大流士在波斯人中缔结了最高贵的婚姻:即塞鲁士的两个女儿,阿托莎和阿耳提斯托涅。 阿托莎先前曾与她的兄弟冈比西斯同居,后来又与玛戈僧同居,而阿耳提斯托涅当时仍是处女。
§3.88.3ἑτέρην δὲ Σμέρδιος τοῦ Κύρου θυγατέρα ἔγημε, τῇ οὔνομα ἦν Πάρμυς· ἔσχε δὲ καὶ τὴν τοῦ Ὀτάνεω θυγατέρα, ἣ τὸν Μάγον κατάδηλον ἐποίησε·
他还娶了塞鲁士之子斯墨尔迪斯的另一个女儿,名叫帕尔米丝;他也娶了揭露玛戈僧身份的奥塔内斯的女儿。
δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο.
此时,他的万事都充满了权势。
πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε· ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς, ἐπέγραψε δὲ γράμματα λέγοντα τάδε· Δαρεῖος ὁ Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ
τὸ οὔνομα λέγων
καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην.
首先,他让人制作了一座石质纪念碑并将其树立起来;碑上刻有一名骑马男子的浮雕,并刻有如下文字: “海斯塔斯佩斯之子大流士,凭借其骏马的优秀—— (此处说出马的名字) ——以及马夫欧巴雷斯的功绩,夺取了波斯人的王权。 ”