§3.42.1πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι.
而在这些事过后的第五天或第六天,发生了以下这样的一件事。
ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι·
一个渔夫捕到了一条又大又美丽的鱼,认为应当把它作为礼物送给波吕克拉特斯。
φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν
他于是把它带到宫门前,说希望晋见波吕克拉特斯。
§3.42.2ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν, καίπερ ἐὼν ἀποχειροβίοτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς·
这事获准之后,他呈上鱼并说道: “大王啊,我捕获了这条鱼,虽然我是个靠双手糊口的人,却认为不该把它带到市场上去卖,而在我看来,它配得上您,也配得上您的统治。
σοὶ δή μιν φέρων δίδωμι.
因此我把它带给您并献上。
ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε. κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου, καί σε ἐπὶ δεῖπνον καλέομεν.
” 波吕克拉特斯听了这些话非常高兴,回答道: “你做得非常好,对于你的话语和你的礼物,我表示双重的感谢;我们邀请你来共进晚餐。
§3.42.3ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα.
” 于是,渔夫觉得这是极大的光荣,高高兴兴地回家去了。 而仆人们在剖开这条鱼时,在它的肚子里发现了波吕克拉特斯的那枚印章戒指。
§3.42.4ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη.
他们一看见并拿到它,就兴高采烈地把它送到波吕克拉特斯面前,在把印章戒指交给他时,诉说了它是如何被发现的。
τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε, γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε.
当他意识到这件事情有神意在其中时,便在一本书信上写下了自己所做的一切,以及在他身上发生了什么事,写好之后,便派人送往埃及。