§3.22.1ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι.
说完这些,他便解开弓弦,把弓交给了来人。
λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα ὅ τι εἴη καὶ ὅκως πεποιημένον·
接着,他拿起那件紫色的衣服,询问那是什么以及是如何制作的。
εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς, δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι, δολερὰ δὲ αὐτῶν τὰ εἵματα.
当食鱼人说明了关于紫色染料和染色过程的真相后,他说这些人是虚伪的,他们的衣服也是虚伪的。
§3.22.2δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια·
第二,他询问了那条扭曲的金项链和手镯。
ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ, γελάσας ὁ βασιλεὺς καὶ νομίσας εἶναι σφέα πέδας εἶπε ὡς παρʼ ἑωυτοῖσι εἰσὶ ῥωμαλεώτεραι τουτέων πέδαι.
当食鱼人解释了它的装饰用途时,国王笑了起来,并以为它们是锁链,便说在他们自己那里有比这些更结实的锁链。
§3.22.3τρίτον δὲ εἰρώτα τὸ μύρον·
第三,他询问了香膏。
εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος, τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε.
当他们说明了它的配制和涂抹方法后,他说了与对衣服所说的完全一样的话。
ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν, ὑπερησθεὶς τῷ πόματι ἐπείρετο ὅ τι τε σιτέεται ὁ βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει.
但是当他谈到葡萄酒并询问了它的酿造方法时,他对这种饮料感到无比喜悦,并询问国王吃些什么,以及波斯人最长能活多久。
§3.22.4οἳ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον, ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν, ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι.
他们说波斯人吃面包,并解释了小麦的性质,还说对人而言,最长的寿命限度是八十岁。
πρὸς ταῦτα ὁ Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι·
对此,埃塞俄比亚人说,如果吃的是粪便,那么只活这么几年也就没什么可奇怪的了。
οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας, εἰ μὴ τῷ πόματι ἀνέφερον, φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον· τούτῳ γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι.
因为如果不用这种饮料来恢复精力,他们甚至活不完这几年——他向食鱼人指出了这饮料就是葡萄酒;因为在这一点上,他们自己输给了波斯人。