Humanitext Reader

希罗多德 · 历史 §2.99.1-2.99.4

初代国王敏治理尼罗河与营建孟斐斯

第 315 段,共 1577 段 · 希腊语

内容简介

作者宣布从基于自身见闻的叙述转向基于埃及人传说的记载,并详细描述了第一位国王敏如何治理尼罗河水患、建立孟斐斯城以及兴建赫菲斯托斯神庙的功绩。

§2.99.1μέχρι μὲν τούτου ὄψις τε ἐμὴ καὶ γνώμη καὶ ἱστορίη ταῦτα λέγουσα ἐστί, τὸ δὲ ἀπὸ τοῦδε Αἰγυπτίους ἔρχομαι λόγους ἐρέων κατὰ τὰ ἤκουον· προσέσται δὲ αὐτοῖσί τι καὶ τῆς ἐμῆς ὄψιος.
到此为止,是我自己的观察、判断和探究在讲述这些内容;但从今往后,我将根据听到的传闻来叙述埃及人的故事,不过其中也会加入一些我自己的亲眼所见。
§2.99.2Μῖνα τὸν πρῶτον βασιλεύσαντα Αἰγύπτου οἱ ἱρέες ἔλεγον τοῦτο μὲν ἀπογεφυρῶσαι τὴν Μέμφιν.
据祭司们说,埃及的第一位国王敏首先用堤坝截断了孟斐斯。
τὸν γὰρ ποταμὸν πάντα ῥέειν παρὰ τὸ ὄρος τὸ ψάμμινον πρὸς Λιβύης, τὸν δὲ Μῖνα ἄνωθεν, ὅσον τε ἑκατὸν σταδίους ἀπὸ Μέμφιος, τὸν πρὸς μεσαμβρίης ἀγκῶνα προσχώσαντα τὸ μὲν ἀρχαῖον ῥέεθρον ἀποξηρῆναι, τὸν δὲ ποταμὸν ὀχετεῦσαι τὸ μέσον τῶν ὀρέων ῥέειν.
因为这条河原本完全沿着利比亚一侧的沙山流淌,但敏在孟斐斯上游约一百斯塔狄翁的地方,通过筑堤堵住南部的弯曲部,使古旧的河床干涸,并开凿运河引导河流从两山之间穿过。
§2.99.3ἔτι δὲ καὶ νῦν ὑπὸ Περσέων ὁ ἀγκὼν οὗτος τοῦ Νείλου ὡς ἀπεργμένος ῥέῃ ἐν φυλακῇσι μεγάλῃσι ἔχεται, φρασσόμενος ἀνὰ πᾶν ἔτος· εἰ γὰρ ἐθελήσει ῥήξας ὑπερβῆναι ὁ ποταμὸς ταύτῃ, κίνδυνος πάσῃ Μέμφι κατακλυσθῆναι ἐστί.
直到今天,尼罗河的这一弯曲部仍在波斯人的严密监视之下,每年都进行加固,使其保持被截断的状态;因为如果河流试图在此处冲破堤坝并泛滥,整个孟斐斯就会面临被淹没的危险。
§2.99.4ὡς δὲ τῷ Μῖνι τούτῳ τῷ πρώτῳ γενομένῳ βασιλέι χέρσον γεγονέναι τὸ ἀπεργμένον, τοῦτο μὲν ἐν αὐτῷ πόλιν κτίσαι ταύτην ἥτις νῦν Μέμφις καλέεται· ἔστι γὰρ καὶ ἡ Μέμφις ἐν τῷ στεινῷ τῆς Αἰγύπτου· ἔξωθεν δὲ αὐτῆς περιορύξαι λίμνην ἐκ τοῦ ποταμοῦ πρὸς βορέην τε καὶ πρὸς ἑσπέρην (τὸ γὰρ πρὸς τὴν ἠῶ αὐτὸς ὁ Νεῖλος ἀπέργει), τοῦτο δὲ τοῦ Ἡφαίστου τὸ ἱρὸν ἱδρύσασθαι ἐν αὐτῇ, ἐὸν μέγα τε καὶ ἀξιαπηγητότατον.
当这块被截断的土地在这位最早的国王敏手中变成陆地时,他首先在其中创建了现在被称为孟斐斯的这座城市(因为孟斐斯也位于埃及的狭窄地带);接着在城市的北面和西面,从河中引水开挖了湖泊(因为在东面,尼罗河自身起到了屏障作用),其次在城内建立起了赫菲斯托斯的神庙,它规模宏大,最值得一述。

词汇与语法注释

  1. §2.99.1ταῦτα λέγουσα ἐστί — 由现在分词与动词 εἰμί 构成的迂回式(periphrastic)表达,与一般现在时 λέγει 同义,但强调了作者截至目前叙述的持续状态。
  2. §2.99.2Μῖνα τὸν πρῶτον βασιλεύσαντα Αἰγύπτου οἱ ἱρέες ἔλεγον τοῦτο μὲν ἀπογεφυρῶσαι — 以 οἱ ἱρέες ἔλεγον(祭司们说)为主句的间接引语结构。宾格的 Μῖνα ... 作为不定式 ἀπογεφυρῶσαι(以及后文的 ἀποξηρῆναι, ὀχετεῦσαι)的主语。句首的 τοῦτο μὲν 与 §2.99.4 中的 τοῦτο δὲ 呼应。
  3. §2.99.3ὡς ἀπεργμένος ῥέῃ — 连词 ὡς 引导目的(或结果)从句,修饰虚拟式动词 ῥέῃ。与完美时态被动分词 ἀπεργμένος 连用,表示“使其在被截断的状态下流淌”,即保持被堤坝阻拦的状态而不决口。
  4. §2.99.4ὡς δὲ τῷ Μῖνι τούτῳ τῷ πρώτῳ γενομένῳ βασιλέι χέρσον γεγονέναι τὸ ἀπεργμένον — 希罗多德文体中特有的构文:在间接引语的从句(由 ὡς 引导的时间状语从句)中,其动词受到主句不定式(κτίσαι)的影响,亦变为不定式 γεγονέναι。与格的 τῷ Μῖνι 修饰 γεγονέναι,表示“对这位敏而言,(土地)变成了陆地”。

引用这一段

希罗多德, 历史 §2.99.1-2.99.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.99.1-2.99.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。