§2.61.1ταῦτα μὲν δὴ ταύτῃ ποιέεται, ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ὁρτήν, εἴρηται προτερόν μοι·
这些事确实是这样做的,但在布西里斯城,他们如何为伊西斯庆祝节日,我之前已经讲过了。
τύπτονται μὲν γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι, μυριάδες κάρτα πολλαὶ ἀνθρώπων· τὸν δὲ τύπτονται, οὔ μοι ὅσιον ἐστὶ λέγειν.
因为在祭祀之后,所有的男男女女,千千万万的人,都会捶胸哀悼;然而,他们是为谁而捶胸哀悼,对我来说说出来是不虔敬的。
§2.61.2ὅσοι δὲ Καρῶν εἰσι ἐν Αἰγύπτῳ οἰκέοντες, οὗτοι δὲ τοσούτῳ ἔτι πλέω ποιεῦσι τούτων ὅσῳ καὶ τὰ μέτωπα κόπτονται μαχαίρῃσι, καὶ τούτῳ εἰσὶ δῆλοι ὅτι εἰσὶ ξεῖνοι καὶ οὐκ Αἰγύπτιοι.
但所有居住在埃及的卡里亚人,他们做得比这些还要多,以至于他们还用小刀割破自己的额头;通过这一点,显而易见他们是外邦人而非埃及人。