§2.60.1ἐς μέν νυν Βούβαστιν πόλιν ἐπεὰν κομίζωνται, ποιεῦσι τοιάδε. πλέουσί τε γὰρ δὴ ἅμα ἄνδρες γυναιξὶ καὶ πολλόν τι πλῆθος ἑκατέρων ἐν ἑκάστῃ βάρι·
当他们前往布巴斯提斯城时,他们这样做:男女一起乘船航行,每只船上都载有大量的男女。
αἳ μὲν τινὲς τῶν γυναικῶν κρόταλα ἔχουσαι κροταλίζουσι, οἳ δὲ αὐλέουσι κατὰ πάντα τὸν πλόον, αἱ δὲ λοιπαὶ γυναῖκες καὶ ἄνδρες ἀείδουσι καὶ τὰς χεῖρας κροτέουσι.
有些妇女拿着响板并敲打它们,而有些人在整个航程中吹奏笛子,其余的妇女和男子则唱歌并拍手。
§2.60.2ἐπεὰν δὲ πλέοντες κατά τινα πόλιν ἄλλην γένωνται, ἐγχρίμψαντες τὴν βᾶριν τῇ γῇ ποιεῦσι τοιάδε· αἳ μὲν τινὲς τῶν γυναικῶν ποιεῦσι τά περ εἴρηκα, αἳ δὲ τωθάζουσι βοῶσαι τὰς ἐν τῇ πόλι ταύτῃ γυναῖκας, αἳ δὲ ὀρχέονται, αἳ δὲ ἀνασύρονται ἀνιστάμεναι.
当他们在航行中接近其他任何城市时,他们便将船靠岸,并这样做:有些妇女做我刚才说过的事,有些妇女则大声叫喊、嘲弄那座城市里的妇女,有些妇女跳舞,还有些妇女站起来提起裙子。
ταῦτα παρὰ πᾶσαν πόλιν παραποταμίην ποιεῦσι·
在沿河的每一座城市旁,他们都这样做。
§2.60.3ἐπεὰν δὲ ἀπίκωνται ἐς τὴν Βούβαστιν, ὁρτάζουσι μεγάλας ἀνάγοντες θυσίας, καὶ οἶνος ἀμπέλινος ἀναισιμοῦται πλέων ἐν τῇ ὁρτῇ ταύτῃ ἢ ἐν τῷ ἅπαντι ἐνιαυτῷ τῷ ἐπιλοίπῳ.
而当他们抵达布巴斯提斯时,他们举行盛大的祭祀来庆祝节日,在这个节日里消耗的葡萄美酒,比在一年中其余所有时间里消耗的还要多。
συμφοιτῶσι δέ, ὅ τι ἀνὴρ καὶ γυνή ἐστι πλὴν παιδίων, καὶ ἐς ἑβδομήκοντα μυριάδας, ὡς οἱ ἐπιχώριοι λέγουσι.
据当地人说,除去孩子,聚集在那里的男女多达七十万人。