§2.57.1πελειάδες δέ μοι δοκέουσι κληθῆναι πρὸς Δωδωναίων ἐπὶ τοῦδε αἱ γυναῖκες, διότι βάρβαροι ἦσαν, ἐδόκεον δέ σφι ὁμοίως ὄρνισι φθέγγεσθαι·
在我看来,那些妇女之所以被多多那人称为“鸽子”,是因为她们是异邦人,而在多多那人听来,她们说话就像鸟叫一样。
§2.57.2μετὰ δὲ χρόνον τὴν πελειάδα ἀνθρωπηίῃ φωνῇ αὐδάξασθαι λέγουσι, ἐπείτε συνετά σφι ηὔδα ἡ γυνή· ἕως δὲ ἐβαρβάριζε, ὄρνιθος τρόπον ἐδόκεέ σφι φθέγγεσθαι, ἐπεὶ τέῳ ἂν τρόπῳ πελειάς γε ἀνθρωπηίῃ φωνῇ φθέγξαιτο;
过了一段时间,当这名妇女用他们能听懂的语言说话时,他们便说这只“鸽子”用人类的声音开口说话了;但只要她还在说异邦语言,在他们听来她就是在像鸟一样叫,因为一只鸽子怎么可能用人类的声音说话呢?
μέλαιναν δὲ λέγοντες εἶναι τὴν πελειάδα σημαίνουσι ὅτι Αἰγυπτίη ἡ γυνὴ ἦν.
至于他们说这只“鸽子”是黑色的,则表明这名妇女是埃及人。
§2.57.3ἡ δὲ μαντηίη ἥ τε ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι καὶ ἐν Δωδώνῃ παραπλήσιαι ἀλλήλῃσι τυγχάνουσι ἐοῦσαι.
在埃及底比斯的占卜方式与在多多那的占卜方式碰巧非常相似。
ἔστι δὲ καὶ τῶν ἱρῶν ἡ μαντικὴ ἀπʼ Αἰγύπτου ἀπιγμένη.
而且,通过祭牲进行占卜的方法也是从埃及传来的。