§2.20.1ἀλλὰ Ἑλλῄνων μὲν τινὲς ἐπίσημοι βουλόμενοι γενέσθαι σοφίην ἔλεξαν περὶ τοῦ ὕδατος τούτου τριφασίας ὁδούς·
然而,有些企图凭借智慧闻名的希腊人,就这种河水提出了三种不同的解释。
τῶν τὰς μὲν δύο τῶν ὁδῶν οὐδʼ ἀξιῶ μνησθῆναι εἰ μὴ ὅσον σημῆναι βουλόμενος μοῦνον·
在这些解释中,有两项我认为甚至不值得一提,除非只是为了指出它们的存在。
§2.20.2τῶν ἡ ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν τὸν ποταμόν, κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον.
其中一种说法认为,季节风是导致河流泛滥的原因,因为它们阻碍了尼罗河流入大海。
πολλάκις δὲ ἐτησίαι μὲν οὔκων ἔπνευσαν, ὁ δὲ Νεῖλος τὠυτὸ ἐργάζεται.
但是,很多时候季节风并没有吹,而尼罗河却照样泛滥。
§2.20.3πρὸς δέ, εἰ ἐτησίαι αἴτιοι ἦσαν, χρῆν καὶ τοὺς ἄλλους ποταμούς, ὅσοι τοῖσι ἐτησίῃσι ἀντίοι ῥέουσι, ὁμοίως πάσχειν καὶ κατὰ τὰ αὐτὰ τῷ Νείλῳ, καὶ μᾶλλον ἔτι τοσούτῳ ὅσῳ ἐλάσσονες ἐόντες ἀσθενέστερα τὰ ῥεύματα παρέχονται.
此外,如果季节风是原因的话,那么其他所有逆着季节风流动的河流,也应该和尼罗河一样、以同样的方式受到影响,而且由于它们更小、流量更弱,就应该更易受到影响。
εἰσὶ δὲ πολλοὶ μὲν ἐν τῇ Συρίῃ ποταμοὶ πολλοὶ δὲ ἐν τῇ Λιβύῃ, οἳ οὐδὲν τοιοῦτο πάσχουσι οἷόν τι καὶ ὁ Νεῖλος.
然而,在叙利亚和利比亚有许多河流,它们完全没有像尼罗河那样受到任何此类影响。