§2.154.1τοῖσι δὲ Ἴωσι καὶ τοῖσι Καρσὶ τοῖσι συγκατεργασαμένοισι αὐτῷ ὁ Ψαμμήτιχος δίδωσι χώρους ἐνοικῆσαι ἀντίους ἀλλήλων, τοῦ Νείλου τὸ μέσον ἔχοντος, τοῖσι οὐνόματα ἐτέθη Στρατόπεδα·
普萨美提科斯向协助他共同作战的伊奥尼亚人和卡里亚人提供了两处互相对峙的土地作为居住地,尼罗河从其中间穿过;这些地方被命名为“军营”。
τούτους τε δή σφι τοὺς χώρους δίδωσι καὶ τὰ ἄλλα τὰ ὑπέσχετο πάντα ἀπέδωκε.
他不仅将这些土地赐予他们,还如数偿付了所承诺过的所有其他酬劳。
§2.154.2καὶ δὴ καὶ παῖδας παρέβαλε αὐτοῖσι Αἰγυπτίους τὴν Ἑλλάδα γλῶσσαν ἐκδιδάσκεσθαι.
此外,他还将一些埃及人子弟托付给他们,让他们学习希腊语。
ἀπὸ δὲ τούτων ἐκμαθόντων τὴν γλῶσσαν οἱ νῦν ἑρμηνέες ἐν Αἰγύπτῳ γεγόνασι.
正是从这些彻底学会了希腊语的子弟中,产生了如今埃及的译员。
§2.154.3οἱ δὲ Ἴωνές τε καὶ οἱ Κᾶρες τούτους τοὺς χώρους οἴκησαν χρόνον ἐπὶ πολλόν· εἰσὶ δὲ οὗτοι οἱ χῶροι πρὸς θαλάσσης ὀλίγον ἔνερθε Βουβάστιος πόλιος, ἐπὶ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου.
伊奥尼亚人和卡里亚人在这些地方居住了很长时间;这些地方位于布巴斯提斯城稍下方的临海处,在尼罗河所谓的培琉喜阿姆河口。
τούτους μὲν δὴ χρόνῳ ὕστερον βασιλεὺς Ἄμασις ἐξαναστήσας ἐνθεῦτεν κατοίκισε ἐς Μέμφιν, φυλακὴν ἑωυτοῦ ποιεύμενος πρὸς Αἰγυπτίων.
然而,后来阿玛西斯国王将他们从该地迁走,并安置在孟斐斯,让他们充当防范埃及人的御前侍卫。
§2.154.4τούτων δὲ οἰκισθέντων ἐν Αἰγύπτῳ, οἱ Ἕλληνες οὕτω ἐπιμισγόμενοι τούτοισι τὰ περὶ Αἴγυπτον γινόμενα ἀπὸ Ψαμμητίχου βασιλέος ἀρξάμενοι πάντα καὶ τὰ ὕστερον ἐπιστάμεθα ἀτρεκέως· πρῶτοι γὰρ οὗτοι ἐν Αἰγύπτῳ ἀλλόγλωσσοι κατοικίσθησαν.
自从这些人在埃及定居以后,我们希腊人通过与他们交往,便得以准确地知晓从普萨美提科斯国王开始的埃及往事以及其后的所有事情;因为他们是在埃及定居的第一批说异国语言的人。
§2.154.5ἐξ ὧν δὲ ἐξανέστησαν χώρων, ἐν τούτοισι δὲ οἵ τε ὁλκοὶ τῶν νεῶν καὶ τὰ ἐρείπια τῶν οἰκημάτων τὸ μέχρι ἐμεῦ ἦσαν.
在他们所迁出的土地上,直到我的时代,还留有他们船只的曳船道和房屋的遗迹。