§1.7.1ἡ δὲ ἡγεμονίη οὕτω περιῆλθε, ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου, καλεομένους δὲ Μερμνάδας.
统治权本属于赫拉克勒斯后裔(赫拉克里代),就这样转到了克罗伊斯的家族,即被称为梅尔姆纳德家族的手中。
§1.7.2ἦν Κανδαύλης, τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι, τύραννος Σαρδίων, ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος.
曾有一位萨尔迪斯的僭主,名叫坎道列斯(希腊人称他为米尔西罗斯),他是赫拉克勒斯之子阿尔开奥斯的后代。
Ἄγρων μὲν γὰρ ὁ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων, Κανδαύλης δὲ ὁ Μύρσου ὕστατος.
因为阿尔开奥斯之子贝罗斯,贝罗斯之子尼诺斯,尼诺斯之子阿格隆,是赫拉克里代中第一个成为萨尔迪斯国王的人,而米尔索斯之子坎道列斯则是最后一个。
§1.7.3οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοὶ Λυδοῦ τοῦ Ἄτυος, ἀπʼ ὅτευ ὁ δῆμος Λύδιος ἐκλήθη ὁ πᾶς οὗτος, πρότερον Μηίων καλεόμενος.
在阿格隆之前统治这片土地的人,是阿提斯之子里杜斯的后代;正是由于里杜斯,这整个原本被称为梅奥尼亚人的民族,后来才被称为吕底亚人。
§1.7.4παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου, ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος, ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια, παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν, μέχρι Κανδαύλεω τοῦ Μύρσου.
赫拉克里代人从他们那里受到信任而被委以重任,并根据神谕夺取了统治权。 这群人是亚尔达诺斯的女奴与赫拉克勒斯所生。 他们统治了二十二代人,共计五百零五年,每一代都是儿子从父亲那里继承王位,一直延续到米尔索斯之子坎道列斯。