§1.46.1Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος.
克罗伊斯因失去儿子,在深切的悲痛中度过了两年。
μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε, ἐνέβησε δὲ ἐς φροντίδα, εἴ κως δύναιτο, πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας, καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν.
但此后,基亚克萨雷斯之子阿斯提阿格斯的统治被坎比塞斯之子居鲁士推翻,以及波斯势力的不断壮大,使克罗伊斯从悲痛中解脱出来,并促使他开始思虑:是否能设法在波斯人变得强大之前,遏制他们正在增长的力量。
§1.46.2μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντείων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ, διαπέμψας ἄλλους ἄλλῃ, τοὺς μὲν ἐς Δελφοὺς ἰέναι, τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων, τοὺς δὲ ἐς Δωδώνην·
于是,怀着这样的想法,他立即开始试探希腊和利比亚的各处神谕所。
οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον, οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας.
他向不同的地方派遣了不同的使者,让一些人去德尔斐,一些人去福基斯的人阿拜,一些人去多多纳;另一些人被派往安菲阿拉俄斯和特罗丰尼乌斯那里,还有一些人被派往米利都境内的布兰基达伊。
§1.46.3ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος· Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους.
以上就是克罗伊斯为了求问神谕而派遣使者前去的希腊神谕所;至于利比亚,他则派遣了另一些人去求问阿蒙。
διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων ὅ τι φρονέοιεν, ὡς εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη, ἐπείρηται σφέα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι.
他发出这些使者是为了试探神谕所的智慧,以便一旦发现它们能说出真理,他便可以第二次派遣使者,询问它们是否应该对波斯人发动战争。