§1.205.1ἦν δὲ τοῦ ἀνδρὸς ἀποθανόντος γυνὴ τῶν Μασσαγετέων βασίλεια.
马萨革泰人的统治者是已故国王的妻子。
Τόμυρίς οἱ ἦν οὔνομα.
她的名字叫托米丽丝。
ταύτην πέμπων ὁ Κῦρος ἐμνᾶτο τῷ λόγῳ θέλων γυναῖκα ἣν ἔχειν.
居鲁士派遣使者,口头上向她求婚,希望娶她为妻。
ἡ δὲ Τόμυρις συνιεῖσα οὐκ αὐτήν μιν μνώμενον ἀλλὰ τὴν Μασαγετέων βασιληίην, ἀπείπατο τὴν πρόσοδον.
但托米丽丝明白居鲁士所追求的并非她本人,而是马萨革泰人的王权,于是拒绝了他的接近。
§1.205.2Κῦρος δὲ μετὰ τοῦτο, ὥς οἱ δόλῳ οὐ προεχώρεε, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανέος ἐπὶ τοὺς Μασσαγέτας στρατηίην, γεφύρας τε ζευγνύων ἐπὶ τοῦ ποταμοῦ διάβασιν τῷ στρατῷ, καὶ πύργους ἐπὶ πλοίων τῶν διαπορθμευόντων τὸν ποταμὸν οἰκοδομεόμενος.
此后,居鲁士见诡计未能得逞,便率军前往阿拉克斯河,公开对马萨革泰人展开军事行动,既在河上架桥以供军队渡河,又在往来渡河的船只上建造塔楼。