§1.16.1Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης ὁ Ἄρδυος, καὶ ἐβασίλευσε ἔτεα δυώδεκα, Σαδυάττεω δὲ Ἀλυάττης.
阿尔迪斯统治了四十九年之后,阿尔迪斯之子萨迪亚特斯继承了王位,统治了十二年;在萨迪亚特斯之后,阿里亚特斯继承了王位。
§1.16.2οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι, Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε, ἐς Κλαζομενάς τε ἐσέβαλε.
这位阿里亚特斯曾与迪奥塞斯的后代库亚克萨雷斯以及米底人作战,将辛梅里安人驱逐出亚细亚,攻占了由科洛封人所建的斯 Smyrna,并向克拉佐门奈出兵。
ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε, ἀλλὰ προσπταίσας μεγάλως· ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε.
然而,在这些军事行动中,他未能如愿脱身,反而遭受了重大挫折;但在他执政期间,他完成了以下其他最值得叙述的功绩。