§1.1.0Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται, μήτε ἔργα μεγάλα τε καὶ θωμαστά, τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα, ἀκλεᾶ γένηται, τά τε ἄλλα καὶ διʼ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι.
ハリカルナッソス出身のヘロドトスによる研究の提示は、人間から生じた出来事が時の経過とともに忘れ去られることなく、また、ギリシア人やバルバロイによって成し遂げられた偉大で驚くべき業績が名声を失うことのないようにするためであり、とりわけ、いかなる原因によって彼らが互いに戦うことになったのかを明らかにするためのものである。
§1.1.1Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς.
ペルシア人の知識人たちによれば、紛争の原因はフェニキア人であったという。
τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν, καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι, αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι, ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος.
というのも、フェニキア人は「紅海」と呼ばれる海からこの海へとやって来て、現在も住んでいるこの地に定住すると、直ちに遠距離の航海に乗り出し、エジプトやアッシリアの貨物を運んで他の様々な場所に到り、とりわけアルゴスにもやって来たからである。
§1.1.2τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ.
当時、アルゴスは現在ギリシアと呼ばれる地において、あらゆる点において抜きん出ていた。
ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον.
このアルゴスに到着したフェニキア人たちは、貨物を並べて売り出した。
§1.1.3πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπʼ ἧς ἀπίκοντο, ἐξεμπολημένων σφι σχεδόν πάντων, ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα·
彼らが到着してから五日目か六日目、積荷のほとんどが売り尽くされた頃、王の娘をはじめとする多くの女性たちが海辺にやって来た。
τὸ δέ οἱ οὔνομα εἶναι, κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι, Ἰοῦν τὴν Ἰνάχου·
彼女の名は、ギリシア人が言うのと同じく、イナコスの娘イオであった。
§1.1.4ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα· καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπʼ αὐτάς.
彼女たちが船の船尾に立って、自分たちが最も惹かれた貨物を買い求めていたところ、フェニキア人たちは互いに合図し合って彼女たちに襲いかかった。
τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν, τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι.
女性たちの大部分は逃げ去ったが、イオは他の何人かと共に連れ去られた。
ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπʼ Αἰγύπτου.
フェニキア人たちは彼女たちを船に乗せると、エジプトへ向けて出帆し去っていった。