Humanitext Reader

狄摩西尼 · 控诉莱奥哈雷斯 §60-68

男系继承权与禁止养子再行收养之法

第 8 段,共 8 段 · 希腊语

内容简介

发言人在确认对方异议虚假后,论证了己方是男系中最近的法定继承人。他解释说,法律禁止养子再行收养,且梭伦的法律也严格限制了养子通过遗嘱处分财产的权利。

§60ὅτι μὲν οὖν ἡ διαμαρτυρία ψευδής ἐστιν, καὶ ἐκ τῶν γεγραμμένων καὶ ἐκ τῶν εἰρημένων λόγων σχεδὸν ἀκριβῶς μεμαθήκατε.
因此,无论从书面材料还是从已经发表的辩词中,你们都几乎可以确切地了解到这份异议书是虚假的。
ὅτι δὲ καὶ οἱ νόμοι, ὦ ἄνδρες δικασταί, ἡμῖν τὴν κληρονομίαν ἀποδιδόασι, τοῦθʼ ὑμᾶς διὰ βραχέων βούλομαι διδάξαι, οὐχ ὡς οὐ μεμαθηκότας καὶ ἐν τοῖς ἐν ἀρχῇ εἰρημένοις, ἀλλʼ ἵνα μᾶλλον πρὸς τὴν τούτων ψευδολογίαν τὰ δίκαια μνημονεύητε.
但是,裁判官们,我也想向你们简要说明,法律同样将这份遗产判给了我们,这并不是因为你们在开始时所说的话中没有了解到这一点,而是为了让你们更好地记住这些公正的原则,来对抗他们的谎言。
§61τὸ μὲν γὰρ σύνολον, ὄντες Ἀρχιάδῃ, οὗ ἐστιν ὁ κλῆρος οὑτοσί, πρὸς ἀνδρῶν κατὰ γένος ἐγγυτάτω, καὶ τῆς ποιήσεως, ἣν ἐκεῖνος ἐποιήσατο, τῶν μὲν ἐπανεληλυθότων εἰς τὸν πατρῷον οἶκον, τοῦ δʼ ἐγκαταλειφθέντος ἄπαιδος τετελευτηκότος, τούτων δʼ οὕτως ἐχόντων ἀξιοῦμεν κληρονομεῖν,
总之,由于我们在男系血统上是这个遗产的所有者阿基阿德斯最近的亲属,且在他所做出的收养关系中,一部分人已经回到了他们父亲的家,而留在原处的那个人在没有子嗣的情况下去世了。
§62οὐδεμίαν οὐσίαν Λεωστράτου ἀφελόμενοι (οὗτοι μὲν γὰρ τὰς ἑαυτῶν ἔχουσιν), τῆς ὑπʼ Ἀρχιάδου δὲ καταλειφθείσης οὔσης ἐκ τῶν νόμων ἡμετέρας.
在这些情况如此明确的条件下,我们主张继承权,我们并不剥夺莱奥斯特拉托斯的任何财产(因为这些人拥有他们自己的财产),而阿基阿德斯留下的遗产根据法律应当属于我们。
ὁ γὰρ νόμος, ὦ ἄνδρες δικασταί, κελεύει κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· οὗτοι δʼ ἡμεῖς ἐσμεν.
因为法律,裁判官们,命令男性以及男性的后代拥有继承权;而这正是我们。
οὐκ ἦσαν τοίνυν παῖδες ἐκείνῳ· οἱ δʼ ὄντες ἡμεῖς ἐσμεν.
此外,他没有其他子女;而现存的血亲就是我们。
§63ἔπειτα οὐ δίκαιον δήπου τὸν ποιητὸν υἱὸν ποιητοὺς ἑτέρους εἰσάγειν, ἀλλʼ ἐγκαταλείπειν μὲν γιγνομένους, ὅταν δὲ τοῦτʼ ἐπιλίπῃ, τοῖς γένεσιν ἀποδιδόναι τὰς κληρονομίας· ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν.
再者,被收养的儿子再引入其他养子,这绝非公正。 相反,如果能生育,应当留下亲生子女;当这一条件不满足时,应当将遗产归还给血统家族;因为这就是法律所命令的。
ἐπεὶ πῶς οὐκ ἐκκλείεται εἷς ἕκαστος ὑμῶν τῆς κατὰ γένος ἀγχιστείας, ὅταν τοῖς ποιητοῖς ἡ ἄδεια αὕτη δοθῇ;
否则,如果给予养子这种特权,你们中的每一个人怎么会不被排除在按血统继承的法定顺序之外呢?
ὁρᾶτε γὰρ ὅτι ταῖς κολακείαις οἱ πλεῖστοι ψυχαγωγούμενοι καὶ ταῖς πρὸς τοὺς οἰκείους διαφοραῖς πολλάκις φιλονικοῦντες ποιητοὺς υἱεῖς ποιοῦνται· εἰ δʼ ἔσται τῷ εἰσποιηθέντι παρὰ τὸν νόμον εἰσποιεῖν ὃν ἂν βούληται, οὐδέποτε τοῖς γένεσιν αἱ κληρονομίαι δοθήσονται.
因为你们看到,大多数人因受到谄媚的诱惑,并且常常在与亲属的争执中意气用事,因而收养儿子;但如果允许被收养者违反法律去收养他所希望的任何人的话,遗产将永远不会落到血统家族的手中。
§64ἃ καὶ προνοηθεὶς ὁ νομοθέτης ἀπεῖπεν τῷ ποιητῷ αὐτῷ ὄντι ποιητὸν υἱὸν μὴ ποιεῖσθαι, τίνα τρόπον διορίσας περὶ τούτων;
立法者也预见到了这些,并禁止自身作为养子的人再收养养子。 他是以何种方式对这些做出限制的呢?
ὅταν εἴπῃ υἱὸν γνήσιον ἐγκαταλιπόντα ἐπανιέναι , δηλοῖ δήπου φανερῶς ὅτι οὐ δεῖ ποιεῖσθαι· ἀδύνατον γάρ ἐστιν υἱὸν γνήσιον ἐγκαταλιπεῖν, ἐὰν μὴ γόνῳ γεγονὼς ᾖ τινι.
当他说: ¦υἱὸν γνήσιον ἐγκαταλιπόντα ἐπανιέναι¦ (留下嫡出之子方可回归)时,他显然表明了不应当再行收养;因为如果不曾亲生,就不可能留下嫡出的儿子。
σὺ τοίνυν, ὦ Λεώστρατε, ἀξιοῖς τῷ τετελευτηκότι εἰσποιητῷ εἰς τὸ ἡμέτερον γένος ὄντι ποιητὸν ἐπὶ τὸν κλῆρον εἰσαγαγεῖν, ὥσπερ ἐπὶ τὰ σαυτοῦ κτήματα καὶ οὐκ εἰς τὰ κατὰ νόμον τῷ προσήκοντι δοθησόμενα βαδίζων.
然而你,莱奥斯特拉托斯,却声称要为一个已经进入我们家族、且已经去世的养子引入一个继承遗产的养子,这就像是走向你自己的财产一样,而不是走向根据法律应当给予合适亲属的财产。
§65ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ὁ τετελευτηκὼς ἐποιήσατό τινα, καίπερ οὐ διδόντος τοῦ νόμου συνεχωροῦμεν ἂν αὐτῷ, ἢ εἰ διαθήκας κατελελοίπει, καὶ ταύταις ἂν ἐνεμείναμεν, ἐπεὶ καὶ τὸ ἐξ ἀρχῆς τοιοῦτοι ὄντες διετελοῦμεν, οὐκ ἐναντιούμενοι τούτοις ἔχουσι τὴν οὐσίαν καὶ ἐπανιοῦσιν ἄνω, καθʼ ὃν δήποτε τρόπον ἐβούλοντο.
裁判官们,而我们,如果那个去世的人真的收养了某人,即便法律并不允许,我们也会顺从他;或者如果他留下了遗嘱,我们也会遵守,因为从一开始我们便始终秉持这样的态度,没有反对这些人占有财产并回归他们原来的家,无论他们希望以何种方式。
§66ἐπεὶ δὲ νυνί ποτε ὑπὸ τούτων αὐτῶν καὶ ὑπὸ τῶν νόμων τὸ πρᾶγμʼ ἐξελήλεγκται, οἰόμεθα δεῖν κληρονομεῖν τῶν Ἀρχιάδου, καὶ παρʼ ἡμῶν εἶναι τὸν υἱὸν τὸν εἰσποιούμενον τῶν μὴ πεποιημένων πρότερον, μὴ παρὰ τούτων.
但既然现在,这桩事情的真相终于被他们自己以及法律所揭穿,我们认为应当由我们继承阿基阿德斯的财产,并且被收养的儿子应当出自我们这一方,即先前未被收养的人中,而不是出自他们那一方。
δικαίως γὰρ ὁ νομοθέτης, οἶμαι, ὥσπερ καὶ τὰς ἀτυχίας τῶν οἰκείων καὶ τὰς ἐκδόσεις τῶν γυναικῶν τοῖς ἐγγύτατα γένους προσέταττε, οὕτως καὶ τὰς κληρονομίας καὶ τὴν τῶν ἀγαθῶν μετουσίαν τοῖς αὐτοῖς ἀποδέδωκεν.
因为我认为,立法者是非常公正的,正如他将亲属的困境和女子的出嫁义务指派给血统最近的亲属一样,他也同样将遗产继承和利益的共享赋予了相同的人。
§67τὸ δὲ πάντων μέγιστον καὶ γνωριμώτατον ὑμῖν· ὁ γὰρ τοῦ Σόλωνος νόμος οὐδὲ διαθέσθαι τὸν ποιητὸν ἐᾷ τὰ ἐν τῷ οἴκῳ, οἷ ἂν ποιηθῇ.
而这其中最大且最为你们所熟知的一点是:梭伦的法律甚至不允许被收养者通过遗嘱处分他被收养入户的家中的财产。
εἰκότως, οἶμαι· τῷ γὰρ κατὰ νόμον εἰσποιηθέντι ἐπὶ τὰ ἑτέρου οὐχ οὕτως ὡς περὶ τῶν ἰδίων κτημάτων βουλευτέον ἐστίν, ἀλλὰ τοῖς νόμοις ἀκολούθως, περὶ ἑκάστου τῶν γεγραμμένων ὡς ὁ νόμος λέγει.
我认为这很自然;因为对于依法被收养到他人财产中的人来说,他不应当像对待自己的私人财产那样进行支配,而应当依照法律,根据成文法的规定,按照法律所说的那样来处理每一件事。
§68ὅσοι μὴ ἐπεποίηντο φησίν ὅτε Σόλων εἰσῄει εἰς τὴν ἀρχήν, ἐξεῖναι αὐτοῖς διαθέσθαι ὅπως ἂν ἐθέλωσιν , ὡς τοῖς γε ποιηθεῖσιν οὐκ ἐξὸν διαθέσθαι, ἀλλὰ ζῶντας ἐγκαταλιπόντας υἱὸν γνήσιον ἐπανιέναι, ἢ τελευτήσαντας ἀποδιδόναι τὴν κληρονομίαν τοῖς ἐξ ἀρχῆς οἰκείοις οὖσι τοῦ ποιησαμένου.
法律说: “在梭伦就任执政官时未被收养的所有人,允许他们按照自己的意愿通过遗嘱处分财产。 ”这表明对于那些已被收养的人来说,是不允许通过遗嘱处分的,而只能在活着时留下嫡出之子回归,或者在去世时将遗产归还给收养者原本的亲属。

词汇与语法注释

  1. §60οὐχ ὡς οὐ μεμαθηκότας — 连词 ὡς 与宾格分词 μεμαθηκότας 结合,修饰主句的宾语 ὑμᾶς,表示主观上的假定(“好像你们不……似的”)。双重否定(οὐχ ὡς οὐ)起到了强烈的肯定作用(“并不是因为你们不知道……”)。
  2. §63τὸν ποιητὸν υἱὸν ποιητοὺς ἑτέρους εἰσάγειν — 这是一个带宾格的不定式(accusative with infinitive)结构,在句中作主语。τὸν ποιητὸν υἱὸν 是不定式 εἰσάγειν 的主语(宾格),而 ποιητοὺς ἑτέρους 是其直接宾语(宾格),意为“养子再引入其他养子”。
  3. §67τῷ γὰρ κατὰ νόμον εἰσποιηθέντι ... βουλευτέον ἐστίν — 由动形容词 βουλευτέον 和系动词 ἐστίν 构成的无人称义务句式。施事者由与格 τῷ ... εἰσποιηθέντι(依法被收养者)表示。作为无人称用法,它表达了“……不应该做出决定”的义务或必要性。
  4. §68ὡς τοῖς γε ποιηθεῖσιν οὐκ ἐξὸν διαθέσθαι — 宾格绝对(accusative absolute)结构。无人称动词 ἔξεστι(允许)的现在分词中性单数宾格形式 ἐξόν 与连词 ὡς 连用,表示前述条款的依据或前提条件(“前提是被收养者不被允许通过遗嘱处分财产”)。

引用这一段

狄摩西尼, 控诉莱奥哈雷斯 §60-68. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:60-68

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。