Humanitext Reader

荷马诗颂 · 荷马诗颂 32:致塞勒涅 §1-20

塞勒涅的天空巡行与女儿潘狄亚

第 1 段,共 1 段 · 希腊语

内容简介

诗人呼吁缪斯们歌颂月亮女神塞勒涅,描绘了她璀璨的天空之旅、她与宙斯所生的女儿潘狄亚,最后向女神致敬,并宣告转入歌颂半神英雄的事迹。

§1μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, §2ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς· §3ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος §4κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν §5αἴγλης λαμπούσης·
缪斯们啊,请诉说并歌唱那展翅的月亮吧,你们是克洛诺斯之子宙斯的甜美言语的女儿们,精通歌唱;从她那不朽的头上,散发出指引上天的光辉,环绕着大地,在这闪耀的光芒下,伟大的美景在下方升起。
στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ §6χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται, §7εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, §8εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, §9ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, §10ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους, §11ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος §12λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν §13οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
当光辉闪耀时,那本不发光的空气便开始闪烁,自那金色的冠冕,光芒在空中驻留,每当神圣的塞勒涅在俄刻阿诺斯中洗净她美丽的身体,穿上远射光芒的衣裳,套上她那粗颈、闪亮的幼马,急忙向前方驱赶她那美鬃的骏马,在黄昏时分,正值月中满月;她那巨大的轨道盈满,随后在天空中,当她渐圆时,最耀眼的光线便随之产生;并且这为凡人确立了向导与征兆。
§14τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ· §15ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, §16ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
曾几何时,克洛诺斯之子在爱与同床中与她交合;她怀胎并生下了女儿潘狄亚,在不朽的诸神中,她拥有超凡美丽的容貌。
§17χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, §18πρόφρον, ἐυπλόκαμος·
祝你安好,女王,白臂的女神,神圣的塞勒涅,仁慈的、美发的女神啊。
σέο δʼ ἀρχόμενος κλέα φωτῶν §19ᾁσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί, §20Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.
从你开始,我将歌唱凡人中半神们的荣耀,歌手们——缪斯们的仆人—— 正用他们可爱的口歌颂着他们的伟业。

词汇与语法注释

  1. §1ἀείδειν — 该不定式依附于命令式 ἔσπετε(诉说),表示命令的对象或目的,意为“诉说以歌唱”。
  2. §3ἧς ἄπο — 介词 ἀπό 的重音前移(anastrophe)并置于关系代词 ἧς 之后,该关系代词指代月亮。
  3. §4ὑπὸ κόσμος ὄρωρεν — 这里的 ὑπό 作副词使用,意为“在(月光)之下”或“在其下”,修饰不及物动词 ὄρωρεν(升起、产生)。
  4. §7εὖτʼ ἂν ... ἐλάσῃ — 与虚拟式 ἐλάσῃ(§10)连用构成时间状语从句,表示一般性的时间条件(每当……之时)。
  5. §11πλήθει — 虽然可以解释为名词 πλῆθος 的与格,但在句法上更自然地被视为动词 πλήθω(盈满)的单数第三人称现在时直陈式,以 μέγας ὄγμος(巨大的轨道)为主语。
  6. §12ἀεξομένης — 阴性单数属格现在分词,用作属格独立结构,或修饰省略的塞勒涅(属格),表示时间:“当(月亮)渐圆之时”。
  7. §18σέο δʼ ἀρχόμενος — 属格 σέο(= σοῦ)由主格分词 ἀρχόμενος 支配,该分词与主句动词 ᾁσομαι(我将歌唱)的主语一致,构成了“以你为起点”的公式化表达。

引用这一段

荷马诗颂, 荷马诗颂 32:致塞勒涅 §1-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg032.humanitext-grc2:1-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。