Humanitext Reader

荷马诗颂 · 荷马诗颂 27:致阿耳忒弥斯 §1-22

阿耳忒弥斯的狩猎与在德尔斐的舞蹈

第 1 段,共 1 段 · 希腊语

内容简介

本诗描绘了阿耳忒弥斯在狩猎时的威严身姿,以及狩猎结束后前往阿波罗殿堂与缪斯及美惠女神欢歌载舞的优雅姿态,以此歌颂勒托及其杰出的子女。

§1Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν, §2παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν, §3αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, §4ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας §5ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει §6πέμπουσα στονόεντα βέλη·
我歌唱手持金纺锤、喜爱喧闹的阿耳忒弥斯,值得敬重的处女,射鹿者,喜好箭矢的女神,执金剑的阿波罗的亲同胞姐姐,她越过阴暗的山峦和风口的山峰,尽情享受着狩猎的乐趣,拉开全金的弓,射出令人痛苦哀鸣的箭。
τρομέει δὲ κάρηνα §7ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη §8δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα §9πόντος τ’ ἰχθυόεις·
此时,高山的山顶在震颤,郁郁葱葱的森林在野兽的嗥叫声中发出可怕的轰鸣,大地战栗,鱼类繁多的海洋也随之颤抖。
ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα §10πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
而她怀着勇敢的心,巡游于四方,消灭着野兽的族群。
§11αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, §12εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα §13ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, §14Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, §15Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
但是,当这位寻觅野兽、喜好箭矢的女神享尽了狩猎之乐,愉悦了心神之后,便放松了易弯的强弓,前往她亲爱的兄弟的大殿,即福玻斯·阿波罗那位于德尔斐的肥沃领地,去组织缪斯与美惠三女神那优美的舞蹈。
§16ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς §17ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, §18ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι §19ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας §20ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
在那里,她挂起反曲的弓和箭,身上穿戴着优雅的饰物,领起舞蹈;而她们吐露神圣的声音,歌颂着美踝的勒托,歌颂她如何凭着不死神明的意志与作为,生下了出类拔萃的孩子。
§21χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
致敬,宙斯与美发的勒托之子嗣!
§22αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
而我不仅会记住你们,还会记住另一首赞歌。

词汇与语法注释

  1. §7ἰάχει δ’ ἔπι — 介词 `ἐπί` 与动词 `ἰάχω` 分离的“割裂”(Tmesis)现象,两者共同构成复合动词 `ἐπιάχω`(发出轰鸣、回响)。亦可将 `ἔπι` 视为后置介词,但通常作诗意上的动词分离处理。
  2. §15ἀρτυνέουσα — 动词 `ἀρτύνω`(组织、准备)的将来时分词主格阴性单数,表示主句动词 `ἔρχεται` 的目的(“为了组织……”)。
  3. §18αἳ δ’ — 用作指示代词的阴性复数主格冠词,指代前文的缪斯与美惠三女神(`Μουσῶν καὶ Χαρίτων`)。
  4. §19ὡς — 引导间接疑问从句的连词,意为“如何/怎样”,用以说明歌颂(`ὑμνεῦσιν`)的具体内容,即勒托如何生下了如此优秀的孩子。

引用这一段

荷马诗颂, 荷马诗颂 27:致阿耳忒弥斯 §1-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg027.humanitext-grc2:1-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。