§1Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
私は黄金の紡ぎ糸を持つ、騒がしい狩猟の女神アルテミスを歌う。
敬うべき処女、鹿を射る者、矢を注ぐ者、黄金の剣を持つアポロンの実の姉妹を。
§4ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας §5ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει §6πέμπουσα στονόεντα βέλη·
彼女は影深い山々や、風の吹き荒れる峰々を通り、狩りを楽しみつつ、総黄金の弓を引き、唸りをあげる矢を放つ。
τρομέει δὲ κάρηνα §7ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη §8δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα §9πόντος τ’ ἰχθυόεις·
すると高い山々の頂は震え、鬱蒼たる森は獣たちの叫び声のもとで恐ろしく響き渡り、大地も魚に満ちる海も戦慄する。
ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα §10πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
しかし彼女は、勇敢な心を持ってあちこちを巡り、獣の種族を滅ぼす。
§11αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, §12εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα §13ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, §14Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
だが、獣を狙う矢を注ぐ女神が楽しみ、心を喜ばせると、しなやかな弓を緩めて、愛する兄弟の広大な館へと赴く、すなわちフォイボス・アポロンの、デルポイの豊かな地へと、ミューズたちとカリスたちの美しい舞踊を整えるために。
§15Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. §16ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς §17ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, §18ἐξάρχουσα χορούς·
そこで彼女は、引き戻された弓と矢を掛け、身体の周りに優美な装いを身にまとって、舞踊を率いる。
αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι §19ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας §20ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
彼女たちは神聖な声を放ち、美しい足首を持つレトを讃えて歌う、いかに彼女が不滅の神々の意志と業によって、際立って優れた子らを生んだかを。
§21χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
健やかにあれ、ゼウスと麗しい髪のレトの子らよ。
§22αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
されど、私はあなた方のことも、そして別の歌のことも心に留めよう。