§1ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, §2μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο §3ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, §4πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι, §5κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις §6πορφύρεον·
我将歌唱著名的塞墨勒之子狄奥尼索斯,他是如何显现在荒凉的海边,在突出的岬角上,像一个年轻男子,正值青春;他那美丽的深色头发随风飘动,呈现深色,在健壮的肩膀上披着紫色的斗篷。
τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς §7ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, §8Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος·
很快,从一艘有着好甲板的船上,海盗们迅速地在酒红色的海上现身,他们是第勒尼安人;恶运引导着他们。
οἳ δὲ ἰδόντες §9νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον.
他们一看见他,便互相示意,很快跳了下来。
αἶψα δ’ ἑλόντες §10εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
他们立刻抓住了他,满心欢喜地把他安置在自己的船上。
因为他们认为他是天神抚养的国王之子,想要用痛苦的绳索将他捆绑。
§13τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον §14χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο §15ὄμμασι κυανέοισι·
但绳索无法约束他,柳条绳从他的手和脚上远远坠落;而他带着微笑坐着,用他那深色的眼睛。
κυβερνήτης δὲ νοήσας §16αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
舵手察觉到了这一点,立刻向他的同伴们大喊,高声说道: “疯子们!
你们抓住并企图捆绑的这位强大的神是谁?
οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
即使是我们坚固的船也无法承载他。
§19ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων §20ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν §21εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.
这显然是宙斯,或者是银弓阿波罗,或者是波塞冬;因为他不像凡人,而是像居住在奥林匹斯宫殿的神明。
§22ἀλλ’ ἄγετ᾽, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης §23αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς §24ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν. <milestone type="endquote"/>
来吧,让我们立刻把他释放到黑暗的大陆上,立刻;不要对他动手,免得他发怒,激起可怕的风和巨大的暴风雨。
§25Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ· §26<milestone type="startquote"/>δαιμόνι᾽, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς §27σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.
” 他这样说;但船长用严厉的话训斥他: “疯子,看好风向,和大家一起拉起船帆,拿好所有的工具;而这家伙将是我们男人的事。
§28ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον §29ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν §30ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα §31οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. <milestone type="endquote"/>
我预料他将到达埃及,或者塞浦路斯,或者到凯尔特北方的海波里人那里,或者更远;到最后他终究会说出他的朋友和所有的财产,以及他的兄弟们,因为神灵把他交给了我们。
§32ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
” 他说完,拉起了船的桅杆和帆。
§33ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα §34καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
风吹进帆的中央;他们拉紧了船上各处的绳索;很快,令人惊异的奇迹在他们面前显现。
§35οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν §36ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ §37ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
首先,甘甜芬芳的葡萄酒在黑色的快船中汩汩流淌,散发出芬芳,神圣的香气升腾而起;所有的船员一看见,便陷入了惊愕。
§38αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη §39ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ §40βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, §41ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει· §42πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον·
紧接着,在帆的最高处,一棵葡萄藤向四面八方伸展,垂挂着许多葡萄串;黑色的常春藤缠绕着桅杆,鲜花盛开,可爱的果实长在上面;所有的桨栓上都挂着花环。
ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς §45δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ §46ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων· §47ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου §48δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν, §49ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα §50ἔσταν ἄρ’ ἐκπληγέντες·
但就在他们面前,他在船舱内变成了一只可怕的狮子,在船头大声咆哮,并在船舱中央变出了一只颈毛浓密的熊,展示着神迹;那只熊猛然立起;而狮子在甲板顶端狠狠地瞪着;他们吓得逃向船尾,聚集在保持着冷静头脑的舵手周围,惊慌失措地站着。
ὃ δ’ ἐξαπίνης ἐπορούσας §51ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες §52πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν, §53δελφῖνες δ’ ἐγένοντο·
但他突然扑上前去,抓住了船长,其余的人为了逃避厄运,纷纷向外一看见这情景,便一齐跳入了神圣的大海,变成了海豚。
κυβερνήτην δ’ ἐλεήσας §54ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον· §55<milestone type="startquote"/> θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ· §56εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ §57Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. <milestone type="endquote"/>
但他怜悯舵手,留住了他,使他极其幸福,并对他说: “鼓起勇气,高贵的舵手,我心所爱的人;我是大声咆哮的狄奥尼索斯,我的母亲是卡德摩斯的女儿塞墨勒,她与宙斯结合而生下了我。
§58χαῖρε, τέκος Σεμέλης εὐώπιδος·
” 祝你快乐,美丽的塞墨勒之子!
οὐδέ πη ἔστι §59σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.
凡是忘记你的人,绝不可能编织出甜美的歌声。