§23.416στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
在窄道上超车的方法,这绝瞒不过我。
§23.417ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν §23.418μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα §23.419στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
” 他这样说,而马匹害怕主人的叱责,在片刻间跑得更快;随后很快,坚守战场的安提洛科斯看到了凹道的一个狭窄处。
§23.420ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ §23.421ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· §23.422τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
那是地上的一个裂缝,冬日的雨水聚集在此,冲垮了道路的一部分,并使整个地方变深;梅涅劳斯正驾车经过那里,以避免车轮相撞。
但安提洛科斯将他单蹄的马匹拐向道路之外,稍微偏离方向而追赶他。
§23.425Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· §23.426Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
阿特柔斯之子感到害怕,对安提洛科斯大声喊道: “安提洛科斯,你驾车太鲁莽了! 快勒住马!
§23.427στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι· §23.428μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
因为道路狭窄,但很快会在更宽的地方可以超车;免得你用战车相撞,使我们两个人都遭殃。
§23.429ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε §23.430κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
” 他这样说,但安提洛科斯却更加猛烈地驱策马匹,用皮鞭催促,仿佛没听见一般。
§23.431ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, §23.432ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, §23.433τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω §23.434Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν §23.435μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, §23.436δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ §23.437ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
就像从肩膀掷出的铁饼所能达到的距离,那是年轻人在试练青春活力时所投出的距离,它们跑了这么远;而阿特柔斯之子的牝马落后了;因为他自己故意放慢了驱策,免得单蹄马在路上相撞,翻了精编的战车,而他们自己由于争夺胜利,摔落在尘土中。
§23.438τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· §23.439Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
金发的梅涅劳斯责备地对他说: “安提洛科斯,没有别的人比你更可恶了。
§23.440ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
滚吧,因为我们阿开奥斯人说你聪明是不真实的。
§23.441ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
但即便如此,你绝不能在没有起誓的情况下带走奖品。
” 说完这些,他向自己的马匹呼喊并说道: “你们不要停下,也不要心中悲痛地站立。
他们的马蹄和双膝会比你们先疲惫而倒下,因为它们两个都失去了青春的活力。
§23.446ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν §23.447μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
” 他这样说,而马匹害怕主人的叱责,跑得更快,很快就接近了他们。
与此同时,坐在会场里的阿尔戈斯人注视着马匹;马匹在平原上扬起尘土,飞奔向前。
§23.450πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· §23.451ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· §23.452τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας §23.453ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, §23.454ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ §23.455λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
克里特人的领袖伊多墨纽斯第一个看清了马匹;因为他坐在会场之外,在最高处的瞭望点上;他听到了虽然相距遥远的驱车者的呼喊声,便认了出来,并看清了一匹跑在前面、十分显眼的马,它的身体其余部分全是栗色,但在额头上有一个白色的斑纹,圆圆的像月亮。
§23.456στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.457ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §23.458οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
他站起身来,在阿尔戈斯人中说道: “朋友们,阿尔戈斯人的领袖和统治者们,是只有我看到了马匹,还是你们也看到了?
§23.459ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, §23.460ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ §23.461ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
在我看来,领先的是另外的马,显现的也是另外的御者;而那些牝马肯定在平原上受阻了,它们先前原本是更好的。
§23.462ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, §23.463νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε §23.464Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
因为我确实看到它们首先绕过折返点,但现在我到处也看不见它们;我的双眼在我注视时,在特洛伊平原上四处张望。
§23.465ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη §23.466εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· §23.467ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι, §23.468αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
或者是缰绳从御者手中滑落,他无法在折返点很好地拉住,绕弯时失败了;我想他是在那里摔了出来,战车也被毁坏了,而马匹在狂怒夺去心智时跑散了。
§23.469ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε §23.470εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ §23.471Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει §23.472Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
但你们也站起来看看吧;因为我无法看得很清;但我看那个人似乎是埃托利亚血统的男子,他在阿尔戈斯人中称王,那便是驯马的堤丢斯之子,强壮的迪奥墨德斯。
” 奥伊琉斯之子、神速的艾阿斯粗暴地责骂他: “伊多墨纽斯,你为什么这么早就胡言乱语?
αἳ δέ τʼ ἄνευθεν §23.475ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
在遥远的地方,那些扬蹄疾驰的马正在宽阔的平原上奔驰。
§23.476οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, §23.477οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· §23.478ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ §23.479λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
你在阿尔戈斯人中既不是最年轻的,你头上的眼睛也不是看最敏锐的;可你总是用言语胡吹;你根本没有必要当个胡吹者,因为这里还有其他比你更好的人。
§23.480ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, §23.481Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
前面的马还是先前那几匹,也就是欧墨洛斯的马,他自己正拿着缰绳驾车。