Humanitext Reader

荷马 · 伊利亚特 §21.338-21.403

赫淮斯托斯放火与诸神交战

第 190 段,共 226 段 · 希腊语

内容简介

赫淮斯托斯奉赫拉之命放起大火,烘干平原并使河水沸腾,迫使克桑托斯屈服并承诺不再帮助特洛伊人。随后,奥林匹斯诸神之间爆发了直接的冲突,阿雷斯首先向雅典娜发动攻击。

§21.338δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν §21.339μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ· §21.340μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ §21.341φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
烧毁树木,将火投向大河自己;绝不要让他用温和的话语和恐吓使你退缩;也不要在此之前平息你的武威,直到我大声发出呼喊时,那时再止住那不倦的烈火。
§21.342ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
她这样说着,赫淮斯托斯便准备起神圣的烈火。
§21.343πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς §21.344πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς· §21.345πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
首先,平原上燃起了烈火,烧着了许多死尸,他们遍布在平原上,都是阿喀琉斯所杀;整个平原都被烘干,闪亮的水流被阻截。
§21.346ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν §21.347αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ· §21.348ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς §21.349κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
犹如秋季的北风迅速吹干一片刚灌溉过的果园,耕作之人见此便心生欢喜;整个平原就是这样被烘干,他烧毁了尸体;接着,他把耀眼的火焰转向了河流。
§21.350καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, §21.351καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, §21.352τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
榆树、柳树和柽柳都在燃烧,香蒲、芦苇和莎草也都在燃烧,这些植物原本大量生长在河流美丽的溪流周围。
§21.353τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, §21.354οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα §21.355πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
那些在漩涡中、在美丽溪水里四处翻滚跳跃的鳗鱼和鱼类也备受煎熬,在足智多谋的赫淮斯托斯的炽热气浪下痛苦不堪。
§21.356καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §21.357Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν, §21.358οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
甚至连河流的威力也燃了起来,他高声呼喊,点名说道: “赫淮斯托斯啊,神明中没有一人能与你抗衡,我也不愿与你这样燃着烈火交战。
§21.359λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς §21.360ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
停止争斗吧,让高贵的阿喀琉斯立刻把特洛伊人赶出他们的城市;争斗和援助与我有何相干?
§21.361φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
” 他在烈火焚烧中说道,他那美丽的溪流向上沸腾。
§21.362ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ §21.363κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο §21.364πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, §21.365ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ· §21.366οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ §21.367Ἡφαίστοιο βίηφι πολύφρονος.
犹如大火催逼下锅中沸腾,密熔着肥嫩育壮的猪的脂油,四面向上翻滚,而干柴在下面垫底;他的美丽溪流就是这样被火焚烧,河水沸腾;河水不愿向前流淌,而是停滞不前;因为足智多谋的赫淮斯托斯的强力热气折磨着他。
αὐτὰρ ὅ γʼ Ἥρην §21.368πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· §21.369Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
于是他向赫拉苦苦哀求,对她说出羽翼之言: “赫拉啊,为何你的儿子单单袭击我的河流,使其比旁人更受折磨?
§21.370ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι §21.371ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
在你眼里,我并不像其他所有援助特洛伊人的人那样该受责备。
§21.372ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, §21.373παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι, §21.374μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, §21.375μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται §21.376καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
但若你如此命令,我确实愿意停止,也让他停下来吧;我还要为此立誓:绝不为特洛伊人抵挡灾难之日,哪怕整个特洛伊都在熊熊烈火中燃烧,且是阿开亚人好战的子孙们在纵火。
§21.377αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη, §21.378αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· §21.379Ἥφαιστε σχέο τέκνον ἀγακλεές·
” 白臂女神赫拉听见这话,立刻对她心爱的儿子赫淮斯托斯说道: “赫淮斯托斯,停下,我那光荣的孩子!
οὐ γὰρ ἔοικεν §21.380ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
因为为了凡人而如此折磨一位不朽的神明,确实是不体面的。
§21.381ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, §21.382ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
” 她这样说着,赫淮斯托斯便熄灭了神圣的烈火,波涛随即再次退回到美丽的河道中。
§21.383αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα §21.384παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· §21.385ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα §21.386ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· §21.387σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών, §21.388ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός.
当克桑托斯的力量被征服后,他们两人便停止了争斗,因为赫拉阻止了他们,尽管她还在发怒;但在其他神明之间,却爆发了沉重而痛苦的争斗,他们胸中的心思被吹向了相反的方向;他们带着巨大的轰鸣声撞在一起,广阔的大地轰鸣,宏伟的天空在周围回响如喇叭声。
ἄϊε δὲ Ζεὺς §21.389ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ §21.390γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
坐在奥林匹斯山上的宙斯听到了这声音,当他看到诸神在争斗中聚在一起时,他的心中因喜悦而大笑。
§21.391ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης §21.392ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε §21.393χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· §21.394τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις §21.395θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
于是他们不再久立一旁,因为穿盾者阿雷斯一马当先,他手持青铜长枪,首先冲向雅典娜,说出侮辱的言辞: “你怎么又来了,你这只狗蝇,挑动诸神在争斗中相互厮杀凭着你那狂妄无边的胆量,在大心的鼓动下?
§21.396ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας §21.397οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα §21.398ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
难道你不记得,你曾唆使狄奥墨德斯,那提丢斯之子,来刺伤我,而你自己甚至在众人瞩目下抓起长枪,直刺向我,撕裂了我美丽的肌肤?
§21.399τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
因此,现在我认为你要为你所做的一切付出代价。
§21.400ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν §21.401σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· §21.402τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
” 他说着,便用长枪刺向她那带有流苏的、可怕的埃癸斯神盾,那是连宙斯的雷电都无法屈服的;血腥的阿雷斯用长枪刺在上面。
§21.403ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
而她,身子往后一闪,用肥厚的大手抓起一块石头

词汇与语法注释

  1. 21.339ἀποτρεπέτω — 第三人称单数现在命令式。其主语是前文的“αὐτόν”(大河克桑托斯),宾语是宾格的“σε”(赫淮斯托斯)。语境意为“不要让他(大河)用温和的话语或威胁使你退缩”。
  2. 21.356ἲς ποταμοῖο — 主语。直译为“河流的威力”,是代指河神克桑托斯本身的转喻表达。
  3. 21.360τί μοι ἔριδος καὶ ἀρωγῆς; — 使用了表示关联、所有关系的与格“μοι”以及表示关系的属格“ἔριδος καὶ ἀρωγῆς”,构成了反问:“争斗和援助与我有何相干?”(意为“这与我毫无关系”)。
  4. 21.369ἐξ ἄλλων — 介词短语。意为“与其他所有人不同”或“在众人之外”,表达了克桑托斯对为什么只有自己被赫淮斯托斯单独作为攻击目标的抱怨。

引用这一段

荷马, 伊利亚特 §21.338-21.403. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.338-21.403

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。