他因杀死了继母埃里奥皮斯的兄弟,而住在远离祖国的皮拉刻;埃里奥皮斯乃是奥伊琉斯所娶之妻。
§13.698αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
而另一位(波达耳克斯)则是皮拉科斯之子伊菲克洛斯的儿子。
他们在气宇轩昂的普提亚人阵前披挂整齐,为防卫船只而与波奥提亚人并肩作战。
§13.701Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς §13.702ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, §13.703ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον §13.704ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι §13.705πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· §13.706τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει §13.707ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· §13.708ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
此时,奥伊琉斯那敏捷的儿子埃阿斯,再也不愿与特拉蒙之子埃阿斯分开半步;而是如同在休耕地里,两头同样气力的赤褐色公牛,合力拉着紧固的犁具,它们在角根周围,汗水不断滚滚涌出;仅有那磨光的好轭将它们分在两侧,它们在犁沟中奋力前行,直到切开田野的边缘;他们两人就是这样并肩而立,紧紧靠在一起。
§13.709ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ §13.710λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο §13.711ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
但在特拉蒙之子的身后,跟随落下了许多优秀的同伴和士兵,他们为他接下盾牌,每当疲劳和汗水袭上他的双膝。
§13.712οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· §13.713οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· §13.714οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, §13.715οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, §13.716ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ §13.717Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα §13.718ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· §13.719δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι §13.720μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, §13.721οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης §13.722Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
但洛克里斯人并不跟随大度非凡的奥伊琉斯之子;因为他们的心无法在阵地白兵战中坚守;他们没有青铜铸造、饰以马鬃的头盔,也没有圆形的盾牌和梣木的长枪,仅凭着弓箭与精细捻制的羊毛索,他们同往伊利奥斯,并以此作为依靠,他们频频射击,击碎了特洛伊人的方阵;那时,前线的人们身披精雕细琢的铠甲,与特洛伊人以及戴青铜盔的赫克托尔厮杀,后方的人们则隐秘地放箭;特洛伊人因此无暇顾及战斗,因为飞箭使他们阵脚大乱。
§13.723ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων §13.724Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, §13.725εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
若非波吕达马斯站在勇敢的赫克托尔身旁对他说:特洛伊人本会惨不忍睹地从船只和营帐,被赶回多风的伊利奥斯。 特洛伊人将被迫在混乱中退却。
§13.726Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
“赫克托尔,你真是一个无法被言语劝说的人。
§13.727οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα §13.728τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων· §13.729ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
只因神明赐予你超越他人的战功,你便也想在计谋上胜过所有人;但你绝无可能一人包揽所有的才华。
§13.730ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, §13.731ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, §13.732ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς §13.733ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι, §13.734καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
因为神明赐予某人以战功,赐予另一人以舞艺,给他人以琴音与歌声,而宽广声音的宙斯则在另一人的胸中放入优秀的智慧,许多凡人因此受益,他拯救了许多人,而他自己对此最清楚。
§13.735αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· §13.736πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε· §13.737Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν §13.738οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται §13.739παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
但我要说出我认为最妥当的建言;因为战火的包围圈已经处处在你的周围燃烧;那些大度的特洛伊人,自从越过城墙后,有的带着兵器置身事外,有的则在战斗,少数人分散在船只间对付多数之敌。
§13.740ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· §13.741ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν §13.742ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν §13.743αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα §13.744πὰρ νηῶν ἔλθωμεν ἀπήμονες.
听我的,退回来,召集这里所有的杰出将领;随后我们便可周密考虑一切谋略:是应当攻入那些多桨的船只,如果神明决意赐予我们胜利,还是此后完好无损地撤离船旁。
ἦ γὰρ ἔγωγε §13.745δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ §13.746χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο §13.747μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
因为我实在担心阿开亚人会偿还昨天的债务,因为在船旁停留着一位对战斗不知餍足的人,我想他绝不会再完全置身事外了。
§13.748ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, §13.749αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε §13.750καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §13.751Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, §13.752αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· §13.753αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
” 波吕达马斯如此说道,这番稳妥的进言深合赫克托尔之意,赫克托尔立刻身披铠甲从战车上跳落到地上,并对他说出了如翼的话语: “波吕达马斯,你在这里留住所有的将领,而我将前往那边迎击战斗;当我对他们妥善部署完毕,我便会迅速返回。
” 他说罢,便如同一座白雪皑皑的山峰,呼喊着冲上前去,飞奔穿过特洛伊人和盟军。
§13.756οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα §13.757πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
众人听到了赫克托尔的呼声,便全向潘索俄斯之子、和蔼的波吕达马斯涌去。
§13.758αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος §13.759Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν §13.760φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
而他则穿梭在前锋战士中,寻找着德伊福波斯、赫勒诺斯王的武力,亚细奥斯之子阿达马斯,以及许尔塔科斯之子亚细奥斯,试图在某个地方找到他们。