Humanitext Reader

荷马 · 伊利亚特 §13.559-13.627

梅内劳斯奋战与皮桑德罗斯阵亡

第 118 段,共 226 段 · 希腊语

内容简介

安提洛科斯、默里奥内斯和梅内劳斯等与特洛伊战士展开惨烈厮杀,梅内劳斯斩杀皮桑德罗斯并痛斥特洛伊人的无耻背叛。

§13.559ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
“是向某人投掷长枪,还是近身发起冲锋。
§13.560ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον §13.561Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ §13.562ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν §13.563κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
” 然而,他在人群中校准目标的身影,并未逃过阿西奥斯之子阿达马斯的眼睛,后者近身发起冲锋,用锐利的青铜枪刺中了他盾牌的正中;但黑发的波塞冬因珍惜其生命,使那枪尖变得软弱无力。
§13.564καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος §13.565ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· §13.566ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· §13.567Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ §13.568αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα §13.569γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
于是枪的前半截如同被火烧过的木桩一般,留在了安提洛科斯的盾牌上,而另一半则落在了地上;他为了逃避死亡,退回到同伴的人群之中;但默里奥内斯尾随退去的他,用长枪刺中了他,正在阴部与肚脐之间,那是可怜的凡人们最容易遭受痛苦战祸的地方。
§13.570ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ §13.571ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες §13.572ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· §13.573ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, §13.574ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν §13.575ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
枪头插在了那里;他仆倒在长枪上,挣扎着,如同山中的牧人排成一队,用绳索强行捆绑并拉走一头不情愿的公牛一般;被击中的他也如此挣扎了片刻,但并未持续多久,直到英雄默里奥内斯走上前来,从他体内拔出长枪;黑暗笼罩了他的双眼。
§13.576Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην §13.577Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
赫勒诺斯则近身用一柄巨大的色雷斯宝剑砍中了德伊皮罗斯的太阳穴,将他的头盔击落。
§13.578ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν §13.579μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· §13.580τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
那头盔滚落在地,在厮杀着的阿开亚人脚边滚动,被其中一人拾起;而漆黑的夜幕笼罩了他的双眼。
§13.581Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· §13.582βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι §13.583ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
阿特柔斯之子、善战的梅内劳斯心中升起无限悲愤;他咆哮着向英雄王赫勒诺斯逼近,挥舞着锋利的长枪;而后者也拉满了弓弦。
§13.584τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι §13.585ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
两人同时发难,一人急欲将锐利的长枪掷出,另一人则欲让箭矢从弦上飞离。
§13.586Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ §13.587θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
普里阿摩斯之子随即一箭射中了梅内劳斯的胸铠凹处,但那锋利的箭矢却被弹飞开去。
§13.588ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν §13.589θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι §13.590πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, §13.591ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο §13.592πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
正如在宽阔的打谷场上,乘着尖厉的清风和扬谷者的挥舞,黑皮的蚕豆或鹰嘴豆从宽大的簸箕中弹跳出来一般;那锐利的箭矢也同样从光荣的梅内劳斯的胸甲上被远远弹开,飞向远处。
§13.593Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος §13.594τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ §13.595ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
接着,善战的梅内劳斯刺中了赫勒诺斯握着那张精美弓弦的手;青铜枪头穿过他的手,直接钉在了弓身上。
§13.596ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων §13.597χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
他为了逃避死亡,退回到同伴的人群之中,无力地垂下那只受伤的手;而那柄梣木长枪则在地上拖行。
§13.598καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, §13.599αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ §13.600σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
慷慨大度的大将阿革诺耳将枪从他手中拔出,并用随从为这位民众的牧者保管的、用精纺羊毛做成的绷带将他的手包扎起来。
§13.601Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο §13.602ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ §13.603σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
皮桑德罗斯则径直朝向光荣的梅内劳斯逼近;但邪恶的死神正将他带向生命的终点,使他在可怕的决斗中,梅内劳斯啊,被你所降服。
§13.604οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες §13.605Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, §13.606Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο §13.607οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι· §13.608ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ §13.609ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
当他们步步逼近、正面交锋之时,阿特柔斯之子一枪落空,长枪偏向了一侧;皮桑德罗斯则刺中了光荣的梅内劳斯的盾牌,但未能将青铜枪头穿透过去;宽阔的盾牌挡住了攻势,长枪的枪柄应声折断;可他依然在心中窃喜,期待着胜利。
§13.610Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον §13.611ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν §13.612ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ §13.613μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
此时,阿特柔斯之子拔出银钉宝剑,猛扑向皮桑德罗斯;而后者从盾牌下抽出了一柄精美且锋利的青铜战斧,装在一条用橄榄木制成的、光滑的长柄上;两人同时击中了对方。
§13.614ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης §13.615ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον §13.616ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε §13.617πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, §13.618ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων §13.619τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· §13.620λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων §13.621Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, §13.622ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
皮桑德罗斯砍中了解马鬃头盔的尖角,正中其饰冠的最下方;而梅内劳斯则击中了迎面冲来的对方的额头,正在鼻梁的最上端;伴着骨碎之声,他的双眼淌着鲜血,落在了他脚边的尘土之中;他蜷缩着倒了下去;梅内劳斯抬脚踩在他的胸口上,剥下他的铠甲,用自豪的语言宣告道: “傲慢且不知对可怕战斗餍足的特洛伊人啊,你们终究要如此离开捷足骏马的达奈人船只!
§13.623ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ §13.624Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν §13.625ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν· §13.626οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ §13.627μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
邪恶的恶狗们啊! 你们加诸我身上的伤害,比起其他的侮辱与耻辱也毫不逊色;你们心中竟然丝不到惧怕那发出万钧雷霆的、庇护客人的宙斯的严厉愤怒,他有朝一日终将摧毁你们那险峻的城池;你们竟蛮横无礼地带走了我的结发之妻和无数财宝,哪怕你们曾作为贵客在她的款待下备受礼遇;”

词汇与语法注释

  1. 13.563βιότοιο μεγήρας — 动词 μεγαίρω(珍惜、拒绝给予)支配属格,此处的 βιότοιο(生命)即为其宾语。该结构可理解为波塞冬“珍惜(安提洛科斯的)生命”或“拒绝(给予阿达马斯夺取安提洛科斯)生命的机会”。
  2. 13.603δαμῆναι — 动词 δάμνημι(征服、使屈服)的第二不定过去时被动不定式。用作表示结果或目的的不定式,说明前句主语 μοῖρα κακὴ(恶运)所导致的结局。该不定式在语法上与叙述者突然转为第二人称直接呼吁梅内劳斯(σοὶ Μενέλαε)的修辞呼告相连。
  3. 13.623ἣν ἐμὲ λωβήσασθε — 关系代名词 ἣν 在此充当同族宾格,指代前一行的先行词 λώβης(侮辱)。由于动词 λωβάομαι(侮辱、伤害)可支配双宾格(人+同族宾语),因此整句意为“你们加诸我(ἐμὲ)之身上的侮辱(ἣν)”。

引用这一段

荷马, 伊利亚特 §13.559-13.627. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.559-13.627

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。