§633τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
[我将闭上]我的嘴,以免我再说下去。
§634ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι §635πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους §636εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
你,我身旁的侍女,快献上各种果实组成的祭品,好让我向这位国王祈祷,消除我此刻心中所怀的恐惧。
§637κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, §638κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις §639ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει §640πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, §641μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ §642σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
护佑之神普赛玻斯啊,现在就请听我这隐秘的祈求;因为我的话并非是在朋友面前说的,当这女子就在我身旁时,把一切都暴露在光天化日之下是不合宜的,免得她怀着恶意,并在喧嚣的多嘴多舌中,把虚假的流言播撒到整个城邦。
§643ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
但请你这样听我说;因为我也将这样倾诉。
§644ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα §645δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ, §646εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, §647εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
我在昨夜所见的两个梦中幻影,如果它们预示着吉兆,吕刻俄斯之王啊,求你使它们成就;但如果是凶兆,就请反施给我的仇敌。
§648καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες §649δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, §650ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ §651δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε, §652φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν §653εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ §654δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
如果有人企图用诡计将我从眼前的财富中驱逐出去,请不要允许,而是让我始终这样在无害的生活中,掌管阿特雷斯家族的宅邸和这些王权,与我如今共同生活的亲友们在一起,共享荣华,并与那些对我没有怨恨或痛苦的子女们相伴。
吕刻俄斯的阿波罗啊,求你仁慈地倾听这些,正如我们所祈求的那样,把这些赐予我们所有人。
§657τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ §658ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι· §659τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
至于其他的一切,即使我保持沉默,我也认为你作为神是知晓的;因为宙斯所生之辈,理所当然能看清一切。
异国的妇女们啊,我该如何确切地知道,这是否就是僭主埃癸斯托斯的府邸?
§662τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
正是这里,外乡人;你自己猜得很准。
πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
因为她的气派看起来就像是一位王后。
§665μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
非常正确;这位就是你要找的人。
噢,致敬,王后;我从一位友好的男士那里,给您和埃癸斯托斯带来了令人欣喜的消息。
我接纳你的话;但我首先想知道,凡人中是谁派你来的。
§670Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
福基斯的法诺透斯,为了传达一件大事。
§671τὸ ποῖον, ὦ ξένʼ;
是什么事,外乡人?
εἰπέ· παρὰ φίλου γὰρ ὢν §672ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
请说;因为你既然来自一位友好的男士,我很清楚,你将会说出友好的话。
§673τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
俄瑞斯忒斯死了;我用一句话概括对您说。
§674οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
哎呀,可怜的我,我在今天毁灭了!
§675τί φής, τί φής, ὦ ξεῖνε;
你说什么,你说什么,外乡人?
μὴ ταύτης κλύε.
不要听她的。
§676θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
我刚才和刚才都说,俄瑞斯忒斯死了。
§677ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
我毁灭了,不幸的我,我已一无所有!
你管好你自己的事;而你,外乡人,告诉我真相,他是以什么方式死去的?
§680κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
我正是为此被派来的,我将说明一切。
因为他为了参加德尔斐竞技会而来到了希腊的荣耀盛典。
§683ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων §684δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, §685εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
当他听到传令官高声宣告,第一项比赛——徒步赛跑开始时,他光彩夺目地进场,成了在场所有人景仰的对象。
他在赛跑中使终点与起点等同,带着最受尊敬的胜利奖品退场。
§688χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω §689οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη· §690ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς §692τούτων ἐνεγκὼν πάντα τἀπινίκια §693ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος, §694ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος §695Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
即使我在众多事迹中向您简述,我也不知道该如何形容这样一个人的功勋和胜利;但请知道这一件事:在裁判们宣告的所有奖项中,他带走了所有的胜利,受到人们的祝福,被称为阿耳戈斯人,名叫俄瑞斯忒斯,他是那曾集结希腊辉煌大军的阿伽门农之子。
§696καὶ ταῦτα μὲν τοιαῦθʼ·
那些事情确实如此。
ὅταν δέ τις θεῶν §697βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
但是,当神明带来伤害时,即使是强者也无法逃脱。
§698κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν §699ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, §700εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
在另一天,当日出时分进行快速的战车竞速赛时,他与众多御者一同进场。
§701εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο §702Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται· §703κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων §704ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας §705ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· §706ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος· §707ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο· §708Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
其中一个是阿开亚人,一个是来自斯巴达,两个是驾驭双马战车的利比亚人;他在他们之中,驾着塞萨利亚的马,是第五个;第六个来自埃托利亚,驾着栗色的小牝马;第七个是马格内西亚人;第八个驾着白马,是埃尼安族人;第九个来自神建的雅典;另一个是波奥提亚人,填补了第十辆战车。
§709στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς §710κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, §711χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα §712ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν §713ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος §714κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω §715φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι §716φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι §717χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
他们站在指定的裁判们通过抽签决定位置并安顿战车的地方,随着青铜小喇叭吹响,他们一跃而出;他们一齐向马匹呼喊,用手摇晃着缰绳;整个赛道都充斥着战车碰撞的喧嚣;尘土飞扬;所有人混杂在一起,毫不吝惜鞭子,每个人都想超过别人的车轴和马匹的喘息。