Humanitext Reader

伊索克拉底 · 致腓力信二 §3

促成希腊团结与远征波斯的劝告

第 1 段,共 1 段 · 希腊语

内容简介

伊索克拉底在喀罗尼亚战役后的背景下,敦促腓力完成他此前倡导的统一希腊并远征亚洲(波斯)的伟业,声称这将为他带来无与伦比的、神一般的荣耀。

§3## Φιλίππῳ, 2 ἐγὼ διελέχθην μὲν καὶ πρὸς Ἀντίπατρον περί τε τῶν τῇ πόλει καὶ τῶν σοὶ συμφερόντων ἐξαρκούντως, ὡς ἐμαυτὸν ἔπειθον, ἠβουλήθην δὲ καὶ πρὸς σὲ γράψαι περὶ ὧν μοι δοκεῖ πρακτέον εἶναι μετὰ τὴν εἰρήνην, παραπλήσια μὲν τοῖς ἐν τῷ λόγῳ γεγραμμένοις, πολὺ δ’ ἐκείνων συντομώτερα.
## 致腓力二我已与安提帕特充分讨论了有关我们城邦和你的利益,正如我自己确信的那样;我也想写信给你,谈谈我认为在和平之后应该做些什么,这些内容与我在演说中所写的相似,但要比那些内容简短得多。
κατ’ ἐκεῖνον μὲν γὰρ τὸν χρόνον συνεβούλευον ὡς χρὴ διαλλάξαντά σε τὴν πόλιν τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν Ἀργείων εἰς ὁμόνοιαν καταστῆσαι τοὺς Ἕλληνας, ἡγούμενος, ἂν τὰς προεστώσας πόλεις πείσῃς οὕτω φρονεῖν, ταχέως καὶ τὰς ἄλλας ἐπακολουθήσειν.
因为在那个时候,我建议你调停我们城邦、拉刻代蒙人、底比斯人和阿耳戈斯人的城邦,使希腊人达成和解,因为我认为,如果你说服这些领导城邦如此思考,其他城邦也会很快跟随。
τότε μὲν οὖν ἄλλος ἦν καιρός, νῦν δὲ συμβέβηκε μηκέτι δεῖν πείθειν· διὰ γὰρ τὸν ἀγῶνα τὸν γεγενημένον ἠναγκασμένοι πάντες εἰσὶν εὖ φρονεῖν καὶ τούτων ἐπιθυμεῖν ὧν ὑπονοοῦσί σε βούλεσθαι πράττειν καὶ λέγειν, ὡς δεῖ παυσαμένους τῆς μανίας καὶ τῆς πλεονεξίας, ἣν ἐποιοῦντο πρὸς ἀλλήλους, εἰς τὴν Ἀσίαν τὸν πόλεμον ἐξενεγκεῖν.
那时情况有所不同,但现在已经不再需要去说服了;因为由于发生过的战争,所有人都被迫清醒过来,并渴望得到他们揣测你想做和想说的事情,即停止他们彼此之间的疯狂和贪婪,将战争引向亚洲。
καὶ πολλοὶ πυνθάνονται παρ’ ἐμοῦ πότερον ἐγώ σοι παρῄνεσα ποιεῖσθαι τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους ἢ σοῦ διανοηθέντος συνεῖπον· ἐγὼ δ’ οὐκ εἰδέναι μέν φημι τὸ σαφές, οὐ γὰρ συγγεγενῆσθαί σοι πρότερον, οὐ μὴν ἀλλ’ οἴεσθαι σὲ μὲν ἐγνωκέναι περὶ τούτων, ἐμὲ δὲ συνειρηκέναι ταῖς σαῖς ἐπιθυμίαις.
许多人向我询问,是我建议你进行针对蛮族的远征,还是在你策划之后我表示赞同;我说我不能确切知道,因为我以前未曾见过你,但尽管如此,我认为你已经决定了这些事情,而我则赞同了你的愿望。
ταῦτα δ’ ἀκούοντες ἐδέοντό μου πάντες παρακελεύεσθαί σοι καὶ προτρέπειν ἐπὶ τῶν αὐτῶν τούτων μένειν, ὡς οὐδέποτ’ ἂν γενομένων οὔτε καλλιόνων ἔργων οὔτ’ ὠφελιμωτέρων τοῖς Ἕλλησιν οὔτ’ ἐν καιρῷ μᾶλλον πραχθησομένων.
听到这些,所有人都在请求我鼓励你并督促你坚持这些相同的目标,因为(如果不进行这次远征,)这样伟大的功绩对希腊人来说绝不可能发生,绝不可能更有益,也绝不可能更时宜地进行。
εἰ μὲν οὖν εἶχον τὴν αὐτὴν δύναμιν ἥνπερ πρότερον, καὶ μὴ παντάπασιν ἦν ἀπειρηκώς, οὐκ ἂν δι’ ἐπιστολῆς διελεγόμην, ἀλλὰ παρὼν αὐτὸς παρώξυνον ἄν σε καὶ παρεκάλουν ἐπὶ τὰς πράξεις ταύτας.
因此,如果我还有以前那样的力量,而不是完全衰竭,我就不会通过信件与你交谈,而是会亲自到场,激励你并督促你采取这些行动。
νῦν δ’ ὡς δύναμαι παρακελεύομαί σοι μὴ καταμελῆσαι τούτων, πρὶν ἂν τέλος ἐπιθῇς αὐτοῖς.
但现在,尽我所能,我督促你不要忽视这些事情,直到你给它们画上圆满的句号。
ἔστι δὲ πρὸς μὲν ἄλλο τι τῶν ὄντων ἀπλήστως ἔχειν οὐ καλόν, αἱ γὰρ μετριότητες παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦσι, δόξης δὲ μεγάλης καὶ καλῆς ἐπιθυμεῖν καὶ μηδέποτ’ ἐμπίπλασθαι προσήκει τοῖς πολὺ τῶν ἄλλων διενεγκοῦσιν· ὅπερ σοὶ συμβέβηκεν.
因为虽然对世上其他任何事物的贪得无厌都是不体面的,因为温和在大多数人中广受好评,但渴望伟大而高尚的名声并永不满足,却适合那些远超常人的人;而这正是发生在你的身上的情况。
ἡγοῦ δὲ τόθ’ ἕξειν ἀνυπέρβλητον αὐτὴν καὶ τῶν σοὶ πεπραγμένων ἀξίαν, ὅταν τοὺς μὲν βαρβάρους ἀναγκάσῃς εἱλωτεύειν τοῖς Ἕλλησι πλὴν τῶν σοὶ συναγωνισαμένων, τὸν δὲ βασιλέα τὸν νῦν μέγαν προσαγορευόμενον ποιήσῃς τοῦτο πράττειν ὅ τι ἂν σὺ προστάττῃς.
当你强迫那些蛮族(除了那些与你并肩作战的人之外)成为希腊人的奴隶,并让如今被称为“大王”的国王服从你的任何命令时,你要认为你将拥有无比崇高且配得上你所成就的名声。
οὐδὲν γὰρ ἔσται λοιπὸν ἔτι πλὴν θεὸν γενέσθαι.
因为在此之后,除了成为神之外,将不再有任何余地。
ταῦτα δὲ κατεργάσασθαι πολὺ ῥᾷόν ἐστιν ἐκ τῶν παρόντων ἢ προελθεῖν ἐπὶ τὴν δύναμιν καὶ τὴν δόξαν ἣν νῦν ἔχεις, ἐκ τῆς βασιλείας τῆς ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάσης.
从你现在的处境中完成这些事情,要比从你最初拥有的王权发展到你现在所拥有的权力和名声容易得多。
χάριν δ’ ἔχω τῷ γήρᾳ ταύτην μόνην, ὅτι προήγαγεν εἰς τοῦτό μου τὸν βίον, ὥσθ’ ἃ νέος ὢν διενοούμην καὶ γράφειν ἐπεχείρουν ἔν τε τῷ πανηγυρικῷ λόγῳ καὶ τῷ πρὸς σὲ πεμφθέντι, ταῦτα νῦν τὰ μὲν ἤδη γιγνόμενα διὰ τῶν σῶν ἐφορῶ πράξεων, τὰ δ’ ἐλπίζω γενήσεσθαι.
我仅为这一点而感谢我的晚年,因为它将我的生命带到了这个地步,以至于我年轻时所规划并试图在《全希腊祭典书》和送给你的演说中所写下的内容,现在我看到其中一些已经通过你的行动在实现,另一些则期望将会实现。

词汇与语法注释

  1. ¦1¦ὡς ἐμαυτὸν ἔπειθον — ὡς从句表达了作者的主观判断(“正如我自己确信的那样”),显示出伊索克拉底对自己与安提帕特讨论之充分性的自我满意。
  2. ¦2¦ὡς δεῖ... ἐξενεγκεῖν — 这个由 ὡς δεῖ 引导的从句起到了同位语从句的作用,具体解释了前文关系代词 ὧν(“人们揣测你想要做和说的事”)的具体内容。
  3. ¦3¦ὡς οὐδέποτ’ ἂν γενομένων — 带有 ὡς 和虚词 ἄν 的属格独立分词结构,传达了一种非真实的虚拟语气(即如果远征未能实现,“这些功绩就绝不可能发生”)。
  4. ¦4¦εἰ μὲν οὖν εἶχον... οὐκ ἂν... διελεγόμην — 这是一个使用直说过去时和 ἄν 的非真实条件句,表示与现在(及过去)事实相反的假设。
  5. ¦5¦πλὴν τῶν σοὶ συναγωνισαμένων — 此处的 πλήν 起介词作用,支配属格(τῶν συναγωνισαμένменован),表示排除的范围(“除了那些与你并肩作战的人”)。

引用这一段

伊索克拉底, 致腓力信二 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg030.humanitext-grc2:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。