Humanitext Reader

伊索克拉底 · 致亚历山大信 §5

赞扬亚历山大的学识与对他的期许

第 1 段,共 1 段 · 希腊语

内容简介

伊索克拉底在给菲利普写信的同时向其子亚历山大致意,赞扬亚历山大选择实用的言辞教育而非无益的辩论哲学,并对其未来的智慧寄予厚望。

§5## Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα σου γράφων ἐπιστολὴν ἄτοπον ᾤμην ποιήσειν, εἰ περὶ τὸν αὐτὸν ὄντα σὲ τόπον ἐκείνῳ μήτε προσερῶ μήτ’ ἀσπάσομαι μήτε γράψω τι τοιοῦτον, ὃ ποιήσει τοὺς ἀναγνόντας μὴ νομίζειν ἤδη με παραφρονεῖν διὰ τὸ γῆρας μηδὲ παντάπασι ληρεῖν, ἀλλ’ ἔτι τὸ καταλελειμμένον μου μέρος καὶ λοιπὸν ὂν οὐκ ἀνάξιον εἶναι τῆς δυνάμεως ἣν ἔσχον νεώτερος ὤν.
## Ἀλεξάνδρῳ 在给你的父亲写信时,我想,如果你和他同在一个地方,而我既不向你致意,也不向你问候,写不出一些话来,能让读到它的人不至于认为我因年老而已经糊涂,或完全在说胡话,反而觉得我所保留并依然存在的精神部分仍配得上我年轻时所拥有的能力,那我就做了一件不合情理的事。
ἀκούω δέ σε πάντων λεγόντων ὡς φιλάνθρωπος εἶ καὶ φιλαθήναιος καὶ φιλόσοφος, οὐκ ἀφρόνως ἀλλὰ νοῦν ἐχόντως.
我听大家说,你待人友善、热爱雅典并热爱智慧,而且并非盲目,而是充满理智。
τῶν τε γὰρ πολιτῶν ἀποδέχεσθαί σε τῶν ἡμετέρων οὐ τοὺς ἠμεληκότας αὑτῶν καὶ πονηρῶν πραγμάτων ἐπιθυμοῦντας, ἀλλ’ οἷς συνδιατρίβων τ’ οὐκ ἂν λυπηθείης, συμβάλλων τε καὶ κοινωνῶν πραγμάτων οὐδὲν ἂν βλαβείης οὐδ’ ἀδικηθείης, οἵοις περ χρὴ πλησιάζειν τοὺς εὖ φρονοῦντας·
因为我听说,在我们的公民中,你并不接纳那些作践自己、贪图恶事的人,而是接纳那些与他们相处不会让你感到痛苦、在交往和共事中也不会让你受到任何伤害或不公对待的人,即那些明智之人应当亲近的人。
τῶν τε φιλοσοφιῶν οὐκ ἀποδοκιμάζειν μὲν οὐδὲ τὴν περὶ τὰς ἔριδας, ἀλλὰ νομίζειν εἶναι πλεονεκτικὴν ἐν ταῖς ἰδίαις διατριβαῖς, οὐ μὴν ἁρμόττειν οὔτε τοῖς τοῦ πλήθους προεστῶσιν οὔτε τοῖς τὰς μοναρχίας ἔχουσιν·
此外,在各种哲学体系中,你不仅不排斥关于论辩的哲学,反而认为它在私人讨论中是有利的,但它并不适合那些领导民众的人,也不适合那些掌握君主权力的人。
οὐδὲ γὰρ συμφέρον οὐδὲ πρέπον ἐστὶ τοῖς μεῖζον τῶν ἄλλων φρονοῦσιν οὔτ’ αὐτοῖς ἐρίζειν πρὸς τοὺς συμπολιτευομένους οὔτε τοῖς ἄλλοις ἐπιτρέπειν πρὸς αὑτοὺς ἀντιλέγειν.
因为对于那些志向高于常人的人来说,无论是亲自与同胞公民争论,还是容许他人反驳自己,既无益处,也不体面。
ταύτην μὲν οὖν οὐκ ἀγαπᾶν σε τὴν διατριβήν, προαιρεῖσθαι δὲ τὴν παιδείαν τὴν περὶ τοὺς λόγους, οἷς χρώμεθα περὶ τὰς πράξεις τὰς προσπιπτούσας καθ’ ἑκάστην τὴν ἡμέραν καὶ μεθ’ ὧν βουλευόμεθα περὶ τῶν κοινῶν·
因此,你并不钟爱这种消遣,而是选择关于言辞的教育,即我们在面对每日降临的事务时所使用的言辞,以及我们用以商讨公共事务的言辞。
δι’ ἣν νῦν τε δοξάζειν περὶ τῶν μελλόντων ἐπιεικῶς, τοῖς τ’ ἀρχομένοις προστάττειν οὐκ ἀνοήτως ἃ δεῖ πράττειν ἑκάστους, ἐπιστήσει, περὶ δὲ τῶν καλῶν καὶ δικαίων καὶ τῶν τούτοις ἐναντίων ὀρθῶς κρίνειν, πρὸς δὲ τούτοις τιμᾶν τε καὶ κολάζειν ὡς προσῆκόν ἐστιν ἑκατέρους.
通过这种教育,你将懂得在当下对未来做出合理的推测,懂得明智地命令臣民每个人应当做些什么,懂得正确地判断美与正义及它们的相反者,并在这些之上,懂得按其应得的去奖赏和惩罚他们每个人。
σωφρονεῖς οὖν νῦν ταῦτα μελετῶν·
因而,你现在修习这些是明智的。
ἐλπίδας γὰρ τῷ τε πατρὶ καὶ τοῖς ἄλλοις παρέχεις, ὡς, ἂν πρεσβύτερος γενόμενος ἐμμείνῃς τούτοις, τοσοῦτον προέξεις τῇ φρονήσει τῶν ἄλλων, ὅσον περ ὁ πατήρ σου διενήνοχεν ἁπάντων.
因为你给你的父亲和他人带来了希望,即如果你在年长后仍坚持这些,那么你在智慧上超越他人的程度,将正如你的父亲超越所有人一样。

词汇与语法注释

  1. ¦1¦τὸ καταλελειμμένον μου μέρος καὶ λοιπὸν ὄν — 意为“我所保留并依然存在的部分”。在此 μέρος 指伊索克拉底自己的精神或智力,表现出他在耄耋之年(时值八十多岁高龄)对自己理性并未衰退的自负与谦逊交织的情感。
  2. ¦2¦ἀκούω δέ σε — 依赖于主动词 ἀκούω 的“对格+不定式”结构从此处的 ἀποδέχεσθαι 开始,并作为间接引语一直延续到 ¦3¦ 的 ἀποδοκιμάζειν、νομίζειν、ἁρμόττειν,以及 ¦4¦ 的 ἀγαπᾶν 和 προαιρεῖσθαι。
  3. ¦4¦ἐπιστήσει — 动词 ἐπίσταμαι(懂得、知道)的将来时直陈语气中动态第二人称单数形式。从 ¦2¦ 开始延续的间接引语不定式链在此中断,该词作为关系从句的主动词。随后的不定式(δοξάζειν、προστάττειν、κρίνειν、τιμᾶν、κολάζειν)皆作为 ἐπιστήσει 的补充不定式(意为“你将懂得如何去……”)。

引用这一段

伊索克拉底, 致亚历山大信 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg028.humanitext-grc2:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。