§8## τοῖς Μυτιληναίων ἄρχουσιν
οἱ παῖδες οἱ Ἀφαρέως, ὑιδεῖς δ’ ἐμοί, παιδευθέντες ὑπ’ Ἀγήνορος τὰ περὶ τὴν μουσικήν, ἐδεήθησάν μου γράμματα πέμψαι πρὸς ὑμᾶς, ὅπως ἄν, ἐπειδὴ καὶ τῶν ἄλλων τινὰς κατηγάγετε φυγάδων, καὶ τοῦτον καταδέξησθε καὶ τὸν πατέρα καὶ τοὺς ἀδελφούς.
## 致米蒂利尼的执政者阿法流斯的儿子们,也就是我的孙辈,曾由阿革诺尔教授音乐。 他们恳求我写信给你们,以便既然你们已经召回了其他一些流亡者,也能接纳此人、他的父亲以及他的兄弟们。
λέγοντος δέ μου πρὸς αὐτοὺς ὅτι δέδοικα μὴ λίαν ἄτοπος εἶναι δόξω καὶ περίεργος, ζητῶν εὑρίσκεσθαι τηλικαῦτα τὸ μέγεθος παρ’ ἀνδρῶν οἷς οὐδὲ πώποτε πρότερον οὔτε διελέχθην οὔτε συνήθης ἐγενόμην, ἀκούσαντες ταῦτα πολὺ μᾶλλον ἐλιπάρουν.
我对他们说,我担心自己会显得过于唐突和多管闲事,去向那些我以前从未交谈过、也不相识的人请求如此巨大的恩惠;但他们听了这些话后,反而更加恳切地恳求我。
ὡς δ’ οὐδὲν αὐτοῖς ἀπέβαινεν ὧν ἤλπιζον, ἅπασιν ἦσαν καταφανεῖς ἀηδῶς διακείμενοι καὶ χαλεπῶς φέροντες.
看到他们所期望的事没有一件实现,所有人都清楚地看到他们处于不悦和痛苦的状态。
ὁρῶν δ’ αὐτοὺς λυπουμένους μᾶλλον τοῦ προσήκοντος, τελευτῶν ὑπεσχόμην γράψειν τὴν ἐπιστολὴν καὶ πέμψειν ὑμῖν.
看到他们过度悲伤,我最终答应写这封信并寄给你们。
ὑπὲρ μὲν οὖν τοῦ μὴ δικαίως ἂν δοκεῖν μωρὸς εἶναι μηδ’ ὀχληρὸς ταῦτ’ ἔχω λέγειν.
因此,为了说明我并非不公地被看作愚蠢或烦人,我有这些话可说。
ἡγοῦμαι δὲ καλῶς ὑμᾶς βεβουλεῦσθαι καὶ διαλλαττομένους τοῖς πολίταις τοῖς ὑμετέροις, καὶ πειρωμένους τοὺς μὲν φεύγοντας ὀλίγους ποιεῖν, τοὺς δὲ συμπολιτευομένους πολλούς, καὶ μιμουμένους τὰ περὶ τὴν στάσιν τὴν πόλιν τὴν ἡμετέραν.
我认为,你们与你们的公民和解,努力减少流亡者并增加共同参与国政的人,并且在党争问题上效仿我们城邦的做法,是一个明智的决定。
μάλιστα δ’ ἄν τις ὑμᾶς ἐπαινέσειεν ὅτι τοῖς κατιοῦσιν ἀποδίδοτε τὴν οὐσίαν· ἐπιδείκνυσθε γὰρ καὶ ποιεῖτε πᾶσι φανερὸν ὡς οὐ τῶν κτημάτων ἐπιθυμήσαντες τῶν ἀλλοτρίων, ἀλλ’ ὑπὲρ τῆς πόλεως δείσαντες ἐποιήσασθε τὴν ἐκβολὴν αὐτῶν.
人们最应该赞扬你们的是,你们将财产归还给归国者;因为你们展示并向所有人表明,你们驱逐他们并非因为贪图他人的财产,而是因为为城邦担忧。
οὐ μὴν ἀλλ’ εἰ καὶ μηδὲν ὑμῖν ἔδοξε τούτων μηδὲ προσεδέχεσθε μηδένα τῶν φυγάδων, τούτους γε νομίζω συμφέρειν ὑμῖν κατάγειν.
尽管如此,即使你们没有做出任何这些决定,也不接纳任何流亡者,我认为至少召回这些人对你们也是有利的。
αἰσχρὸν γὰρ τὴν μὲν πόλιν ὑμῶν ὑπὸ πάντων ὁμολογεῖσθαι μουσικωτάτην εἶναι καὶ τοὺς ὀνομαστοτάτους ἐν αὐτῇ παρ’ ὑμῖν τυγχάνειν γεγονότας, τὸν δὲ προέχοντα τῶν νῦν ὄντων περὶ τὴν ἱστορίαν τῆς παιδείας ταύτης φεύγειν ἐκ τῆς τοιαύτης πόλεως, καὶ τοὺς μὲν ἄλλους Ἕλληνας τοὺς διαφέροντας περί τι τῶν καλῶν ἐπιτηδευμάτων, κἂν μηδὲν προσήκωσι, ποιεῖσθαι πολίτας, ὑμᾶς δὲ τοὺς εὐδοκιμοῦντάς τε παρὰ τοῖς ἄλλοις καὶ μετασχόντας τῆς αὐτῆς φύσεως περιορᾶν παρ’ ἑτέροις μετοικοῦντας.
因为,你们的城邦被所有人公认为最具音乐素养的城邦,且在你们之中诞生了该领域最著名的人物,而如今在这一教养的传承中杰出的人却要流亡于这样的城邦之外,这实在是令人羞耻的;而且,当其他希腊人把在任何优秀事业中表现杰出的人,即使毫无亲缘关系,也接纳为公民时,而你们这些在他人中享有盛誉且拥有相同天赋的人,却对他们在别处作为侨民生活听之任之。
θαυμάζω δ’ ὅσαι τῶν πόλεων μειζόνων δωρεῶν ἀξιοῦσι τοὺς ἐν τοῖς γυμνικοῖς ἀγῶσι κατορθοῦντας μᾶλλον ἢ τοὺς τῇ φρονήσει καὶ τῇ φιλοπονίᾳ τι τῶν χρησίμων εὑρίσκοντας, καὶ μὴ συνορῶσιν ὅτι πεφύκασιν αἱ μὲν περὶ τὴν ῥώμην καὶ τὸ τάχος δυνάμεις συναποθνῄσκειν τοῖς σώμασιν, αἱ δ’ ἐπιστῆμαι παραμένειν ἅπαντα τὸν χρόνον ὠφελοῦσαι τοὺς χρωμένους αὐταῖς.
我感到奇怪的是,许多城邦更看重在体育竞技中取得成功的人,并给予他们比那些凭借智慧和勤奋发现有益事物的人更大的赏赐,而没有看到,力量和速度方面的能力注定随身体一同消亡,而知识则永远存留,造福使用它们的人。
ὧν ἐνθυμουμένους χρὴ τοὺς νοῦν ἔχοντας περὶ πλείστου μὲν ποιεῖσθαι τοὺς καλῶς καὶ δικαίως τῆς αὑτῶν πόλεως ἐπιστατοῦντας, δευτέρους δὲ τοὺς τιμὴν καὶ δόξαν αὐτῇ καλὴν συμβαλέσθαι δυναμένους· ἅπαντες γὰρ ὥσπερ δείγματι τοῖς τοιούτοις χρώμενοι καὶ τοὺς ἄλλους τοὺς συμπολιτευομένους ὁμοίους εἶναι τούτοις νομίζουσιν.
明智的人考虑到这些,应该把那些良好且公正地治理自己城邦的人置于首位,其次是那些能够为城邦带来美好荣誉和名声的人;因为所有人都会把这些人当作榜样,并认为其他共同生活的公民也和他们一样。
ἴσως οὖν εἴποι τις ἂν ὅτι προσήκει τοὺς εὑρέσθαι τι βουλομένους μὴ τὸ πρᾶγμα μόνον ἐπαινεῖν ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἐπιδεικνύναι δικαίως ἂν τυγχάνοντας, περὶ ὧν ποιοῦνται τοὺς λόγους.
也许有人会说,那些希望获得某些恩惠的人,不仅应该赞美这件事,还应该表明自己理所当然地配得上他们所说的话。
ἔχει δ’ οὕτως. ἐγὼ τοῦ μὲν πολιτεύεσθαι καὶ ῥητορεύειν ἀπέστην· οὔτε γὰρ φωνὴν ἔσχον ἱκανὴν οὔτε τόλμαν· οὐ μὴν παντάπασιν ἄχρηστος ἔφυν οὐδ’ ἀδόκιμος, ἀλλὰ τοῖς τε λέγειν προῃρημένοις ἀγαθόν τι περὶ ὑμῶν καὶ τῶν ἄλλων συμμάχων φανείην ἂν καὶ σύμβουλος καὶ συναγωνιστὴς γεγενημένος, αὐτός τε πλείους λόγους πεποιημένος ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας τῆς τῶν Ἑλλήνων ἢ σύμπαντες οἱ τὰ βήματα κατατετριφότες.
情况是这样的:我退出了政治和演说活动;因为我既没有足够的嗓音,也没有足够的胆量;然而,我并非生来完全无用或默默无闻,相反,对于那些选择为你们和其他盟友说好话的人来说,我显然既是一个顾问,也是一个共同奋斗者,而我自己为希腊人的自由和自治所作的演说,比所有那些磨损了演讲台的人加起来还要多。
ὑπὲρ ὧν ὑμεῖς ἄν μοι δικαίως πλείστην ἔχοιτε χάριν· μάλιστα γὰρ ἐπιθυμοῦντες διατελεῖτε τῆς τοιαύτης καταστάσεως.
对于这些,你们理所当然地应该对我抱有最大的感激;因为你们始终最渴望这样的政治状态。
οἶμαι δ’ ἄν, εἰ Κόνων μὲν καὶ Τιμόθεος ἐτύγχανον ζῶντες, Διόφαντος δ’ ἧκεν ἐκ τῆς Ἀσίας, πολλὴν ἂν αὐτοὺς ποιήσασθαι σπουδήν, εὑρέσθαι με βουλομένους ὧν τυγχάνω δεόμενος.
我想,如果科农和提摩太当时还活着,而迪奥凡托斯也从亚洲归来,他们一定会做出巨大的努力,希望我能得到我所需要的东西。
περὶ ὧν οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν· οὐδεὶς γὰρ ὑμῶν οὕτως ἐστὶ νέος οὐδ’ ἐπιλήσμων, ὅστις οὐκ οἶδε τὰς ἐκείνων εὐεργεσίας.
关于这些,我不知道还有什么需要多说的;因为你们中没有人如此年轻或健忘,以至于不知道他们的恩德。
οὕτω δ’ ἄν μοι δοκεῖτε κάλλιστα βουλεύσασθαι περὶ τούτων, εἰ σκέψαισθε, τίς ἐστιν ὁ δεόμενος καὶ ὑπὲρ ποίων τινῶν ἀνθρώπων.
如果你们考虑是谁在提出请求,又是为了什么样的人而请求,我想你们会对这些事情做出最完美的决定。
εὑρήσετε γὰρ ἐμὲ μὲν οἰκειότατα κεχρημένον τοῖς μεγίστων ἀγαθῶν αἰτίοις γεγενημένοις ὑμῖν τε καὶ τοῖς ἄλλοις, ὑπὲρ ὧν δὲ δέομαι τοιούτους ὄντας, οἵους τοὺς μὲν πρεσβυτέρους καὶ τοὺς περὶ τὴν πολιτείαν ὄντας μὴ λυπεῖν, τοῖς δὲ νεωτέροις διατριβὴν παρέχειν ἡδεῖαν καὶ χρησίμην καὶ πρέπουσαν τοῖς τηλικούτοις.
因为你们会发现,我自己与那些给你们和其他人带来最大福祉的人关系最为亲密,而我为之请求的人,其性格既不会打扰年长者和参与国政的人,又能为年轻人提供适合他们年龄的、愉快、有益且体面的消遣活动。
μὴ θαυμάζετε δ’ εἰ προθυμότερον καὶ διὰ μακροτέρων γέγραφα τὴν ἐπιστολήν· βούλομαι γὰρ ἀμφότερα, τοῖς τε παισὶν ἡμῶν χαρίσασθαι καὶ ποιῆσαι φανερὸν αὐτοῖς ὅτι, κἂν μὴ δημηγορῶσι μηδὲ στρατηγῶσιν ἀλλὰ μόνον μιμῶνται τὸν τρόπον τὸν ἐμόν, οὐκ ἠμελημένως διάξουσιν ἐν τοῖς Ἕλλησιν.
如果我以更大的热情、写了更长的信,请不要感到奇怪;因为我希望两全其美,既满足我们孩子们的愿望,又向他们表明,即使他们不发表公开演讲,也不担任将军,而只是效仿我的生活方式,他们在希腊人中也不会过着被忽视的生活。
ἓν ἔτι λοιπόν· ἂν ἄρα δόξῃ τι τούτων ὑμῖν πράττειν, Ἀγήνορί τε δηλώσατε καὶ τοῖς ἀδελφοῖς ὅτι μέρος τι καὶ δι’ ἐμὲ τυγχάνουσιν ὧν ἐπεθύμουν.
还有最后一件事:如果你们确实认为应该做这些事情,请向阿革诺尔和他的兄弟们表明,他们能得到他们所渴望的东西,在某种程度上也是因为我。