§8## τοῖς Μυτιληναίων ἄρχουσιν
οἱ παῖδες οἱ Ἀφαρέως, ὑιδεῖς δ’ ἐμοί, παιδευθέντες ὑπ’ Ἀγήνορος τὰ περὶ τὴν μουσικήν, ἐδεήθησάν μου γράμματα πέμψαι πρὸς ὑμᾶς, ὅπως ἄν, ἐπειδὴ καὶ τῶν ἄλλων τινὰς κατηγάγετε φυγάδων, καὶ τοῦτον καταδέξησθε καὶ τὸν πατέρα καὶ τοὺς ἀδελφούς.
## ミュティレネの支配者たちへアファレウスの息子たち、すなわち私の孫たちは、アゲノルから音楽に関する教育を受けましたが、彼らは私に、あなた方のもとへ手紙を送るよう懇願しました。 それは、あなた方が他の追放者たちの何人かをも帰国させたのですから、この者とその父親、および兄弟たちをも受け入れてくださるように、というものでした。
λέγοντος δέ μου πρὸς αὐτοὺς ὅτι δέδοικα μὴ λίαν ἄτοπος εἶναι δόξω καὶ περίεργος, ζητῶν εὑρίσκεσθαι τηλικαῦτα τὸ μέγεθος παρ’ ἀνδρῶν οἷς οὐδὲ πώποτε πρότερον οὔτε διελέχθην οὔτε συνήθης ἐγενόμην, ἀκούσαντες ταῦτα πολὺ μᾶλλον ἐλιπάρουν.
私が彼らに対し、これまで一度も対話したこともなく、親しく交わったこともない人々から、これほど大きな好意を得ようと努めるなら、あまりにも場違いで、お節介な人間だと思われるのではないかと心配している、と言ったところ、彼らはこれを聞いて、ますます熱心に懇願してきました。
ὡς δ’ οὐδὲν αὐτοῖς ἀπέβαινεν ὧν ἤλπιζον, ἅπασιν ἦσαν καταφανεῖς ἀηδῶς διακείμενοι καὶ χαλεπῶς φέροντες.
しかし、彼らの望んでいたことが何一つ実現しそうにないとわかると、彼らが不機嫌になり、つらく受け止めていることが、誰の目にも明らかになりました。
ὁρῶν δ’ αὐτοὺς λυπουμένους μᾶλλον τοῦ προσήκοντος, τελευτῶν ὑπεσχόμην γράψειν τὴν ἐπιστολὴν καὶ πέμψειν ὑμῖν.
彼らが度を越して悲しんでいるのを見て、私はついに、手紙を書いてあなた方に送ることを約束しました。
ὑπὲρ μὲν οὖν τοῦ μὴ δικαίως ἂν δοκεῖν μωρὸς εἶναι μηδ’ ὀχληρὸς ταῦτ’ ἔχω λέγειν.
したがって、私が愚か者や迷惑な人間だと不当に思われないために言えるのは、以上のことです。
ἡγοῦμαι δὲ καλῶς ὑμᾶς βεβουλεῦσθαι καὶ διαλλαττομένους τοῖς πολίταις τοῖς ὑμετέροις, καὶ πειρωμένους τοὺς μὲν φεύγοντας ὀλίγους ποιεῖν, τοὺς δὲ συμπολιτευομένους πολλούς, καὶ μιμουμένους τὰ περὶ τὴν στάσιν τὴν πόλιν τὴν ἡμετέραν.
私は、あなた方が市民たちと和解し、追放者を少なくし、共に国政に参画する者を多くしようと努め、また党争に関する我が都市のやり方を模倣していることは、賢明な決定であったと考えています。
μάλιστα δ’ ἄν τις ὑμᾶς ἐπαινέσειεν ὅτι τοῖς κατιοῦσιν ἀποδίδοτε τὴν οὐσίαν·
とりわけ人があなた方を称賛するのは、帰国する者たちに財産を返還していることにおいてです。
ἐπιδείκνυσθε γὰρ καὶ ποιεῖτε πᾶσι φανερὸν ὡς οὐ τῶν κτημάτων ἐπιθυμήσαντες τῶν ἀλλοτρίων, ἀλλ’ ὑπὲρ τῆς πόλεως δείσαντες ἐποιήσασθε τὴν ἐκβολὴν αὐτῶν.
なぜならあなた方は、他人の財産を欲したからではなく、国家のために恐れを抱いたがゆえに彼らを追放したのだということを、すべての人に示し、明らかにしているからです。
οὐ μὴν ἀλλ’ εἰ καὶ μηδὲν ὑμῖν ἔδοξε τούτων μηδὲ προσεδέχεσθε μηδένα τῶν φυγάδων, τούτους γε νομίζω συμφέρειν ὑμῖν κατάγειν.
しかし、たとえあなた方がこれらを何一つ決定せず、追放者を一人も受け入れない方針であったとしても、少なくともこの者たちだけは帰国させることがあなた方の利益になると私は考えます。
αἰσχρὸν γὰρ τὴν μὲν πόλιν ὑμῶν ὑπὸ πάντων ὁμολογεῖσθαι μουσικωτάτην εἶναι καὶ τοὺς ὀνομαστοτάτους ἐν αὐτῇ παρ’ ὑμῖν τυγχάνειν γεγονότας, τὸν δὲ προέχοντα τῶν νῦν ὄντων περὶ τὴν ἱστορίαν τῆς παιδείας ταύτης φεύγειν ἐκ τῆς τοιαύτης πόλεως, καὶ τοὺς μὲν ἄλλους Ἕλληνας τοὺς διαφέροντας περί τι τῶν καλῶν ἐπιτηδευμάτων, κἂν μηδὲν προσήκωσι, ποιεῖσθαι πολίτας, ὑμᾶς δὲ τοὺς εὐδοκιμοῦντάς τε παρὰ τοῖς ἄλλοις καὶ μετασχόντας τῆς αὐτῆς φύσεως περιορᾶν παρ’ ἑτέροις μετοικοῦντας.
なぜなら、あなた方の都市はすべての人から最も音楽的な都市であると認められており、その分野の最も高名な人々があなた方のうちに生まれてきたというのに、この教養の伝承において現代の存命者の中で傑出している者が、そのような都市から追放されたままであり、一方で他のギリシア人たちは、優れた営みのいずれかにおいて秀でている人々を、たとえ血縁がなくても市民としているのに、他者からも高い評判を得ており、同じ素質を共有しているあなた方が、彼らが他国で在留外国人として暮らしているのを黙って見過ごしているというのは、不名誉なことだからです。
θαυμάζω δ’ ὅσαι τῶν πόλεων μειζόνων δωρεῶν ἀξιοῦσι τοὺς ἐν τοῖς γυμνικοῖς ἀγῶσι κατορθοῦντας μᾶλλον ἢ τοὺς τῇ φρονήσει καὶ τῇ φιλοπονίᾳ τι τῶν χρησίμων εὑρίσκοντας, καὶ μὴ συνορῶσιν ὅτι πεφύκασιν αἱ μὲν περὶ τὴν ῥώμην καὶ τὸ τάχος δυνάμεις συναποθνῄσκειν τοῖς σώμασιν, αἱ δ’ ἐπιστῆμαι παραμένειν ἅπαντα τὸν χρόνον ὠφελοῦσαι τοὺς χρωμένους αὐταῖς.
私は、多くの都市が、体育競技で勝利を収めた者を、知恵と労力によって有益なものを見出した者よりも大きな贈り物に値すると見なしていること、また、力や速さに関する能力は身体とともに死に絶える運命にあるのに対し、知識はそれを用いる者たちを助けつつ永遠に残り続けるということに気づいていないのを、不思議に思います。
ὧν ἐνθυμουμένους χρὴ τοὺς νοῦν ἔχοντας περὶ πλείστου μὲν ποιεῖσθαι τοὺς καλῶς καὶ δικαίως τῆς αὑτῶν πόλεως ἐπιστατοῦντας, δευτέρους δὲ τοὺς τιμὴν καὶ δόξαν αὐτῇ καλὴν συμβαλέσθαι δυναμένους·
良識ある者たちは、これらを考慮して、自らの都市を立派に、また正義に則って指導する人々を最も重んじ、次に、その都市に美しき名誉と名声をもたらすことのできる人々を重んじるべきです。
ἅπαντες γὰρ ὥσπερ δείγματι τοῖς τοιούτοις χρώμενοι καὶ τοὺς ἄλλους τοὺς συμπολιτευομένους ὁμοίους εἶναι τούτοις νομίζουσιν.
なぜなら、すべての人がそのような人々をいわば標本として用い、他の同市民たちも彼らと同様であるとみなすからです。
ἴσως οὖν εἴποι τις ἂν ὅτι προσήκει τοὺς εὑρέσθαι τι βουλομένους μὴ τὸ πρᾶγμα μόνον ἐπαινεῖν ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἐπιδεικνύναι δικαίως ἂν τυγχάνοντας, περὶ ὧν ποιοῦνται τοὺς λόγους.
おそらく、何かを得ようとする者は、その事柄を称賛するだけでなく、自分が語っているその懇願を正当に受けるに値することを自ら示すべきだ、と言う者もいるでしょう。
ἔχει δ’ οὕτως.
実情はこうです。
ἐγὼ τοῦ μὲν πολιτεύεσθαι καὶ ῥητορεύειν ἀπέστην·
私は国政に携わることや弁論を行うことから身を引きました。
οὔτε γὰρ φωνὴν ἔσχον ἱκανὴν οὔτε τόλμαν·
十分な声も、大胆さも持ち合わせていなかったからです。
οὐ μὴν παντάπασιν ἄχρηστος ἔφυν οὐδ’ ἀδόκιμος, ἀλλὰ τοῖς τε λέγειν προῃρημένοις ἀγαθόν τι περὶ ὑμῶν καὶ τῶν ἄλλων συμμάχων φανείην ἂν καὶ σύμβουλος καὶ συναγωνιστὴς γεγενημένος, αὐτός τε πλείους λόγους πεποιημένος ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας τῆς τῶν Ἑλλήνων ἢ σύμπαντες οἱ τὰ βήματα κατατετριφότες.
しかし、決して全く役に立たない、あるいは評判の悪い人間として生まれたわけではありません。 むしろ、あなた方や他の同盟者たちについて善いことを語ろうとする人々にとって、私は助言者となり、共闘者となってきたことが明らかになるでしょうし、私自身も、演壇を使い古したすべての者たちを合わせたよりも、ギリシア人の自由と自治のために多くの言説をなしてきたのです。
ὑπὲρ ὧν ὑμεῖς ἄν μοι δικαίως πλείστην ἔχοιτε χάριν·
これらについて、あなた方は私に当然ながら最大の感謝を抱くべきです。
μάλιστα γὰρ ἐπιθυμοῦντες διατελεῖτε τῆς τοιαύτης καταστάσεως.
というのも、あなた方はそのような状態を最も熱望し続けているからです。
οἶμαι δ’ ἄν, εἰ Κόνων μὲν καὶ Τιμόθεος ἐτύγχανον ζῶντες, Διόφαντος δ’ ἧκεν ἐκ τῆς Ἀσίας, πολλὴν ἂν αὐτοὺς ποιήσασθαι σπουδήν, εὑρέσθαι με βουλομένους ὧν τυγχάνω δεόμενος.
そして、もしコノンとティモテオスが生きており、ディオパントスがアジアから帰還していたならば、彼らは、私が求めているものを私が得られるようにと、多大な尽力をしてくれたであろうと思います。
περὶ ὧν οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν·
これらについてこれ以上言う必要がどこにあるか私は知りません。
οὐδεὶς γὰρ ὑμῶν οὕτως ἐστὶ νέος οὐδ’ ἐπιλήσμων, ὅστις οὐκ οἶδε τὰς ἐκείνων εὐεργεσίας.
あなた方のうち、彼らの恩義を知らないほど若く、あるいは忘健忘な者は一人もいないのですから。
οὕτω δ’ ἄν μοι δοκεῖτε κάλλιστα βουλεύσασθαι περὶ τούτων, εἰ σκέψαισθε, τίς ἐστιν ὁ δεόμενος καὶ ὑπὲρ ποίων τινῶν ἀνθρώπων.
もしあなた方が、懇願している者が誰であり、どのような人々のために懇願しているのかを考えるなら、この件について最も立派な決定を下すことができるように私には思われます。
εὑρήσετε γὰρ ἐμὲ μὲν οἰκειότατα κεχρημένον τοῖς μεγίστων ἀγαθῶν αἰτίοις γεγενημένοις ὑμῖν τε καὶ τοῖς ἄλλοις, ὑπὲρ ὧν δὲ δέομαι τοιούτους ὄντας, οἵους τοὺς μὲν πρεσβυτέρους καὶ τοὺς περὶ τὴν πολιτείαν ὄντας μὴ λυπεῖν, τοῖς δὲ νεωτέροις διατριβὴν παρέχειν ἡδεῖαν καὶ χρησίμην καὶ πρέπουσαν τοῖς τηλικούτοις.
というのも、私自身はあなた方や他の人々に最大の幸福をもたらした人々と極めて親しい関係にあったことがわかるでしょうし、また、私が懇願している相手は、年長者や国政に携わる者たちを悩ませることなく、若者たちにその年齢にふさわしい、愉快で有益な、そして適当な気晴らしを提供するような人物だからです。
μὴ θαυμάζετε δ’ εἰ προθυμότερον καὶ διὰ μακροτέρων γέγραφα τὴν ἐπιστολήν·
私が通常より熱心に、また長くこの手紙を書いたことを不思議に思わないでください。
βούλομαι γὰρ ἀμφότερα, τοῖς τε παισὶν ἡμῶν χαρίσασθαι καὶ ποιῆσαι φανερὸν αὐτοῖς ὅτι, κἂν μὴ δημηγορῶσι μηδὲ στρατηγῶσιν ἀλλὰ μόνον μιμῶνται τὸν τρόπον τὸν ἐμόν, οὐκ ἠμελημένως διάξουσιν ἐν τοῖς Ἕλλησιν.
というのも、私は二つのこと、すなわち、私たちの子供たちの願いを叶えることと、たとえ彼らが民会で演説したり将軍になったりしなくても、ただ私の生き方を真似るだけで、ギリシア人の間で軽視されることなく生きていけるのだということを彼らに明らかにすることの両方を望んでいるからです。
ἓν ἔτι λοιπόν·
最後にもう一つ。
ἂν ἄρα δόξῃ τι τούτων ὑμῖν πράττειν, Ἀγήνορί τε δηλώσατε καὶ τοῖς ἀδελφοῖς ὅτι μέρος τι καὶ δι’ ἐμὲ τυγχάνουσιν ὧν ἐπεθύμουν.
もしこれらのどれかを行うことがあなた方にふさわしいと思われるならば、アゲノルとその兄弟たちに、彼らが望んでいたものを得られたのは、ある程度は私のおかげでもあるということを示してください。