§1ἀλλʼ οὐδʼ ὁ τοῦτʼ εἰπὼν λαθεῖν ἠθέλησεν αὐτὸ γὰρ τοῦτʼ εἶπεν, ἵνα μὴ λάθῃ, ὥς τι φρονῶν περιττότερον· ἐκ τῆς εἰς ἀδοξίαν προτροπῆς δόξαν ἄδικον ποριζόμενος·
然而,说出这话的人自己也并不想隐匿起来。 因为他正是为了不被隐匿,才说了这句话,仿佛他有什么胜人一筹的见识,通过劝人默默无闻来为自己谋取不正当的名声。
"μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός·
\n“我讨厌那种对自己不聪明的智者。
"
τοὺς μὲν γὰρ περὶ Φιλόξενον τὸν Ἐρύξιδος καὶ Γνάθωνα τὸν Σικελιώτην ἐπτοημένους περὶ τὰ ὄψα λέγουσιν ἐναπομύττεσθαι ταῖς παροψίσιν, ὅπως τοὺς συνεσθίοντας διατρέψαντες αὐτοὶ μόνοι τῶν παρακειμένων ἐμφορηθῶσιν οἱ δʼ ἀκράτως φιλόδοξοι καὶ κατακόρως διαβάλλουσιν ἑτέροις τὴν δόξαν ὥσπερ ἀντερασταῖς, ἵνα τυγχάνωσιν αὐτῆς ἀνανταγωνίστως καὶ ταὐτὰ τοῖς ἐρέσσουσι ποιοῦσιν·
”\n因为人们说,围绕在厄里克西斯之子菲洛克塞诺斯和西西里的格纳同身边那些对美食着迷的人,往配菜里擤鼻涕,以便通过让同席者恶心,从而使他们自己能够独自饱食摆在面前的食物。 而那些过度且贪得无厌地追求名誉的人,也向别人诋毁名声,就像对待情敌一样,以便自己能够没有竞争地获得它。 他们的所作所为与划桨的人一模一样。
ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς νεώς, τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον, οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν.
因为正如那些人,望着船尾,却协力向着船头推进——因为由于受阻而产生的回流赶上并一同推着小船向前——同样,那些给出这种训诫的人,也仿佛背过身去一样追求着名声。
ἐπεὶ τί λέγειν ἔδει τοῦτο;
否则,何必说出这话呢?
τί δὲ γράφειν καὶ γράψαντα ἐκδιδόναι πρὸς τὸν μετὰ ταῦτα χρόνον, εἰ λαθεῖν ἐβούλετο τοὺς ὄντας ὁ μηδὲ τοὺς ἐσομένους;
又何必写下来,并在写好后出版以留给后世,如果他既想隐匿于今人,甚至也想隐匿于后人呢?
§2ἀλλὰ τοῦτο μὲν ἐῶμεν·
\n 但让我们把这搁置一边。
αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν, λάθε βιώσας;
然而,“隐匿地生活”这件事情本身怎能不恶劣?
ὡς τυμβωρυχήσας;
难不成像掘墓盗墓一样?
ἀλλʼ αἰσχρόν ἐστι τὸ ζῆν, ἵνʼ ἀγνοῶμεν πάντες;
难道活着是件可耻的事,以至于我们所有人都该互不相识?
ἐγὼ δʼ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτʼ ἀρετὴν ἔχεις, μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος.
而我会说,即使活得很糟,也不要隐匿,而要让人知道,受到惩戒,悔过自新;如果你拥有德行,不要成为无用之人;如果你有恶德,不要保持未被治愈的状态。
μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις·
更应当区分并明确你将这道命令吩咐给谁。
εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ὁ ἰατρός· ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος ὁμοῦ τοῖς πάθεσι·
如果是给无知、邪恶且愚蠢的人,你与那些说“发烧时也要隐匿,发狂时也要隐匿,不要让医生知道你;去吧,把自己投进黑暗的某处,与你的病痛一起不为人知”的人毫无区别。
καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις.
而你,患着恶德这一无可救药且致命的疾病,却隐藏着嫉妒和迷信(如同隐藏某种脉搏),害怕将它们展现给那些有能力劝诫和治疗的人。
οἱ δὲ σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς προῆγον·
然而,极古老的人们甚至会将病人带到明处。
τούτων δʼ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς ἢ παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ·
他们中每个人如果有什么有用的经验(自己曾患此病,或治愈过患者),就会告诉需要的人。
καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέσθαι.
据说明医术就是这样通过经验汇集而变得伟大的。
ἔδει δὴ καὶ τοὺς νοσώδεις βίους καὶ τὰ τῆς ψυχῆς πᾶσιν ἀπογυμνοῦν καὶ ἅπτεσθαι καὶ λέγειν ἑκάστων ἐπισκοποῦντα τὰς διαθέσεις
ὀργίζῃ;
因此,也应当将病态的生活和灵魂的疾病向所有人暴露,并接触和交谈,观察每个人的心理状态:\n“你在生气吗?
τοῦτο φύλαξαι·
提防这个。
ζηλοτυπεῖς;
你在嫉妒吗?
ἐκεῖνο ποίησον·
做那个。
ἐρᾷς;
你在恋爱吗?
κἀγώ ποτʼ ἠράσθην ἀλλὰ μετενόησα
νῦν δʼ ἀρνούμενοι, ἀποκρυπτόμενοι, περιστέλλοντες, ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς.
我也曾恋爱过,但我悔改了。 ”\n但现在,人们通过否认、隐瞒、遮掩,反而在自身中加深了恶德。
§3καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς, Ἐπαμεινώνδᾳ λέγεις
μὴ στρατήγει
καὶ Λυκούργῳ
μὴ νομοθέτει
καὶ Θρασυβούλῳ
μὴ τυραννοκτόνει
καὶ Πυθαγόρᾳ
μὴ παίδευε
καὶ Σωκράτει
μὴ διαλέγου·
\n 况且,如果你劝告优秀的人去隐匿、去不为人知,你就是在对伊帕密浓达说:\n“不要当将军”;\n 对吕库古说:\n“不要立法”;\n对色拉西布洛斯说:\n“不要刺杀僭主”;\n对毕达哥拉斯说:\n“不要教书育人”;\n对苏格拉底说:\n“不要进行对话”。
καὶ σεαυτῷ πρῶτον Ἐπίκουρε, μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις μηδὲ τοῖς ἀπʼ Αἰγύπτου ξενολόγει μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει· μηδὲ διάπεμπε βίβλους, πᾶσι καὶ πάσαις ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς.
\n而且首先是对你自己,伊壁鸠鲁说:“不要给在亚洲的朋友们写信,不要招募来自埃及的人,不要护卫兰普萨科斯的青年;也不要向处处散发书信,向所有的男女展示你的智慧,更不要安排你的葬礼。
τί γὰρ αἱ κοιναὶ τράπεζαι;
”因为共同的餐桌是为了什么?
τί δʼ αἱ τῶν ἐπιτηδείων καὶ καλῶν σύνοδοι;
同道和美好之人的聚会又是为了什么?
τί δʼ αἱ τοσαῦται μυριάδες στίχων ἐπὶ Μητρόδωρον, ἐπʼ Ἀριστόβουλον, ἐπὶ Χαιρέδημον γραφόμεναι καὶ συντασσόμεναι φιλοπόνως;
而那些为梅特罗多洛斯、为阿里斯托布洛斯、为海雷德莫斯倾注心血写成和编纂的成千上万行诗文又是为了什么?
ἵνα μηδʼ ἀποθανόντες λάθωσιν, ἢ ἵνʼ ἀμνηστίαν νομοθετῇς ἀρετῇ καὶ ἀπραξίαν τέχνῃ καὶ σιωπὴν φιλοσοφίᾳ καὶ λήθην εὐπραγίᾳ;
是为了让他们即使在死后也不被隐匿,还是为了让你给德行制定遗忘之法,给技术制定无为之法,给哲学制定沉默之法,给善行制定忘却之法? ”,