§1ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν
"σχίσας ὀρθῷ ποδὶ γᾶν·
宾达洛斯笔下的凯纽斯受到了指责,因为他被荒谬地虚构为不为铁器所伤、身体毫无痛觉,随后毫发无损地沉入地下, “以直立之足劈开大地。
"
ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις.
” 而斯多葛派的拉皮泰人(贤人),仿佛由他们用自身的无情念从金刚石般的材质中锻造出来一般,并非不受伤,并非不生病,并非不痛苦,却在祖国被毁、在如此这般的苦难中,保持着无惧、无忧、无敌且不屈。
καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος; ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται.
而宾达洛斯笔下的凯纽斯虽遭击打却不受伤,斯多葛派的贤人虽被囚禁却不受阻碍,虽被抛下深渊却不屈服,虽受严刑拷打却不感到折磨,虽致残却不受损害,虽在角力中倒地却是无敌,虽被围困却是无法攻破,虽被敌人贩卖却是不可战胜的——这与那些刻有“顺航”、“救世神恩”和“照料”之名,却在风暴中颠簸、破碎、倾覆的船只毫无二致。
στοιξος ἀβσιιρδιορα ποετις διξερε.
斯多葛派所说的话比诗人还要荒谬。
§2ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον
"
ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ
γέροντος
"
εὐπρεπὴς θεοειδὴς καλλίμορφος
欧里庇得斯笔下的伊奥劳斯,本是软弱且年逾古稀之人,因某种祈祷而突然变得年轻强壮以投入战斗;而斯多葛派的贤人昨日还是最丑陋且最邪恶之人,今日却突然转变为美德,并从一个满脸皱纹、面色苍白,且如埃斯库罗斯所说的 “因腰痛与痛苦痉挛而受尽折磨的凄惨老人” 变成了仪表堂堂、状若神明、容貌俊美之人。
§3καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν.
雅典娜除去了奥德修斯的皱纹、秃顶和丑陋,好让他显现出美丽;而他们的贤人,不仅衰老没有离开其身体,反而变本加厉地层层堆积,即便如此他依然是佝偻的,缺牙的,独眼的,但他既不丑陋,也不难看,面容亦不显恶劣。
ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται.
因为斯多葛派的爱情,正如人们说甲虫避开香膏而追求恶臭之物一般,如此与最丑陋、最畸形的人交往,一旦他们通过智慧转变为优美与美丽,它便转过身去,悄然离去。
§4ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος.
斯多葛派眼中的最邪恶之人,若是碰巧在清晨是如此,到了傍晚便成了最优秀之人;且在入睡时还是疯狂、无知、不义、放荡,甚至对宙斯起誓是奴隶、贫穷和困顿之人,在同一天醒来时便已成了君王、富豪和幸福之人,变得节制、公正、坚定、无偏见——这并非通过在年轻柔嫩的身体上长出胡须或青春,而是在软弱、柔嫩、无胆量、不坚定的灵魂中,获得了完善的理性、极高的智慧、等同于神明的状态、无偏见的知识和不可动摇的特质,先前的邪恶未曾向他作任何让步,而是突然间——我几乎要说——从最恶劣的野兽中变成了一个英雄、神灵或神明。
ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν
"εὖξαι τί βούλει, πάντα σοι γενήσεται"
πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας
因为对于从画廊那里获得美德的人,人们可以说: “祈祷你所想要的,一切都会成真” 它带来财富,保有王权,赋予好运,使人幸福、无求且自足,即使他们家中连一德拉克马也没有。
§5ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων.
因为诗歌的神话守护着理性的规律,绝不会抛弃陷于生活必需品匮乏之中的赫拉克勒斯,反而源源不断地向他及同伴涌现食物;然而,得到了斯多葛派阿玛尔忒娅的人,虽然变得富有,却向他人募捐食物;他虽是君王,却为了微薄的酬劳去解析三段论;他虽独占一切,却要付房租、买大麦粉,甚至常常向一无所有的人借贷或乞讨。
§6καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα
"πτωχῷ λευγαλέῳ ἐναλίγκιον· "
ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς
"ἐγὼ μόνος·
伊萨卡的君王乞讨,是为了隐瞒自己的身份,并尽可能让自己 “形同凄惨的乞丐”;而从画廊里走出来的人却大声疾呼、喊道: “唯我为王,唯我最富!
εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος"
ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων
"
δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ
καὶ βαμβακύζω.
” 但他却经常被看见在别人的门前说道: “给希波纳克斯一件外套吧,因为我实在冻得浑身发抖。
"
”