§1ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν
"σχίσας ὀρθῷ ποδὶ γᾶν· "
ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις.
ピンダロスの描くカイネウスは、非難に身を晒していた。 というのも、鉄によって傷つけられず、その身体は傷を負わないものとして、信じがたいやり方で創作され、その後、傷一つ負わずに地中へと沈んでいったからである。 「まっすぐな足で地を割り裂いて」これに対して、ストア派のラピテース人(賢者)は、彼らによってあたかもアダマスの素材から、その不動心によって鍛え上げられたかのようであるが、傷を負わないわけでもなく、病気にならないわけでもなく、痛みを感じないわけでもない。 しかし、傷つけられ、痛みを感じ、責め苦に遭い、祖国の破滅や、そのような苦難の中にあっても、恐れず、悲しまず、不敗であり、強制されることなくあり続ける。
καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος;
そして、ピンダロスのカイネウスは、投げつけられても傷つかないが、ストア派の賢者は、閉じ込められても妨げられず、崖から落とされても強制されず、拷問されても苦しめられず、不具にされても害されず、レスリングで倒されても不敗であり、包囲されても陥落せず、敵に売り払われても奪われない。
ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται.
これらは「順航」や「救い守る摂理」や「治療」と船名が刻まれていながら、嵐に見舞われ、大破し、転覆する船と何ら変わるところがない。
στοιξος ἀβσιιρδιορα ποετις διξερε.
ストイックは詩人たちよりも不条理なことを言う。
§2ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν·
エウリピデースのイオラオスは、無力な老人から、何らかの祈りによって、戦闘のために突然、若く強力な者となった。
ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον
"
ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ
γέροντος
"
εὐπρεπὴς θεοειδὴς καλλίμορφος
しかし、ストア派の賢者は、昨日は最も醜く、かつ最も邪悪であったのに、今日は突然、徳へと変化し、しわくちゃで、青白く、アイスキュロスによれば「腰痛を患い、痛ましい痙攣に苦しむ哀れな老人から」美しく、神のようで、麗しい姿となった。
§3καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός·
また、オデュッセウスからはアテーナーがそのしわ、禿、醜さを取り除いて、彼が美しく見えるようにした。
ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν.
しかし、彼らの賢者は、老いが身体を去るのではなく、むしろさらに付け加わり、さらに積み重なっても、もしそのようであれば、曲がったままで、歯がなく、片目であっても、醜くもなく、見苦しくもなく、容貌が悪いわけでもない。
ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται.
なぜなら、ストア派の愛は、コガネムシが香油を避けて悪臭を放つものを追い求めると言われるように、最も醜く最も不格好な者たちと交わり、彼らが知恵によって麗しさと美しさへと変化すると、離れ去っていくのである。
§4ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος·
ストア派における最も邪悪な者は、もしそのようであれば、朝にはそうであっても、夕方には最も優れた者となる。
καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος·
そして眠りについたときには、狂気、無知、不正、不節制であり、ゼウスにかけて、奴隷であり、貧しく、困窮している者が、同じ日のうちに起き上がると、王であり、富者であり、幸福な者となっており、思慮深く、正しく、確固として、思い込みを持たない者となっている。
οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος.
若いしなやかな体に髭や若さを生じさせたからではなく、弱くしなやかな魂の中に、完全な知性、最高の知恵、神に等しい状態、思い込みのない知識、そして不変の心的状態を得たからである。 かつての邪悪さが彼に少しも譲歩しないうちに、突然、言うなれば、最悪の獣から、ある種の英雄や神霊や神となったのである。
ἐκ τῆς Στοᾶς;
というのも、ストア派から徳を受け取る者については、こう言うことができる。
γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν
"εὖξαι τί βούλει, πάντα σοι γενήσεται"
πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας
「望むことを祈れ、すべてがお前のものとなるだろう」それは富をもたらし、王権を保持し、幸運を与え、幸福で何不自由なく自己完結した者とする。 家からは1ドラクマも持っていない者たちを。
§5ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων.
なぜなら、詩的説話は合理的配慮を守って、必要とするものに困窮しているヘーラクレースを決して見捨てず、あたかも泉から湧き出るように彼と彼の仲間に水が流れ込むが、ストア派のアマルテイアを受け取った者は、富者となったものの、他人から食物を募り、王でありながら、報酬のために三段論法を解き、すべてを独占しながら、家賃を支払い、大麦粉を買い、しばしば何も持たない者たちから借りたり、物乞いしたりするからである。
§6καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα
"πτωχῷ λευγαλέῳ ἐναλίγκιον·
そしてイタケーの王は、自分が誰であるかを隠したいと望み、自らをできるだけ「哀れな乞食に似た者」とするように物乞いをする。
"
ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς
"ἐγὼ μόνος·
しかし、ストア派から出てきた者は、大声を張り上げ、叫ぶ。
εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος"
ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων
"
δὸς χλαῖναν Ἱππώνακτι·
「私だけが王であり、私だけが富者である」と。 だが彼は、しばしば他人の門前で次のように言っているのが目撃される。
κάρτα γὰρ ῥιγῶ
καὶ βαμβακύζω. "
「ヒッポーナクスに外套をおくれ、とても凍えて震えているのだから」