§1τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα καὶ προσβάλλοντα τὴν θερμότητα καθʼ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, ᾗ καὶ πολλάκις οἱ καυματιζόμενοι καὶ πυρέττοντες ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλʼ ἣν ὁ ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἡ ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει καὶ περιστέλλει, καὶ καθειργνυμένην εἰς τὸ σῶμα οὐκ ἐᾷ πάλιν σκεδάννυσθαι.
衣服似乎能使人温暖,但这并非因为它们自身能发热并主动给予温暖;因为它们之中的每一件本身都是寒冷的,正因如此,那些感到燥热和发热的人常常频繁地更换衣服。 然而,人从自身释放出的热量,衣服贴在身上将其积聚并包裹起来,使其闭锁在身体里而不允许其再次消散。
ταὐτὸ δὴ τοῦτο τοῖς πράγμασιν ὑπάρχον ἐξαπατᾷ τοὺς πολλούς, ὡς, ἂν οἰκίας μεγάλας περιβάλωνται καὶ πλῆθος ἀνδραπόδων καὶ χρημάτων συναγάγωσιν, ἡδέως βιωσομένους.
这同样的情况存在于诸般事物之中,欺骗了大多数人,使他们以为如果他们住进高楼大厦,聚集大量的奴隶和财物,就能过上快乐的生活。
τὸ δʼ ἡδέως ζῆν καὶ ἱλαρῶς οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τοὐναντίον ὁ ἄνθρωπος τοῖς περὶ αὑτὸν πράγμασιν ἡδονὴν καὶ χάριν ὥσπερ ἐκ πηγῆς τοῦ ἤθους προστίθησιν.
但是,快乐而开朗地生活并非来自外在;相反,人给周围的事物添加了快乐与恩泽,这仿佛是从其品格之泉中汲取而来的。
15
"
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι,
"
καὶ πλοῦτος;
15 “当烈火燃烧时,房屋看起来更为庄严,” 财富不也是如此吗?
ἡδίων καὶ δόξα λαμπροτέρα καὶ δύναμις, ἂν τὸ ἀπὸ τῆς ψυχῆς ἔχῃ γῆθος·
如果魂中拥有喜悦,那么财富会更令人愉快,名声会更辉煌,权力也会更有力。
ὅπου καὶ πενίαν καὶ φυγὴν καὶ γῆρας ἐλαφρῶς καὶ προσηνῶς πρὸς εὐκολίαν καὶ πραότητα τρόπου φέρουσιν.
在这种状态下,人们甚至能凭借温和的脾气和柔顺的品格,轻快而温顺地忍受贫困、流放和暮年。
§2ὡς γὰρ ἀρώματα τρίβωνας εὐώδεις καὶ ῥάκια ποιεῖ, τοῦ δʼ Ἀγχίσου τὸ σῶμα ἰχῶρα πονηρὸν ἐξεδίδου
"
νώτου καταστάζοντα βύσσινον φάρος,
"
οὕτω μετʼ ἀρετῆς καὶ δίαιτα πᾶσα καὶ βίος ἄλυπός ἐστι καὶ ἐπιτερπής, ἡ δὲ κακία καὶ τὰ λαμπρὰ φαινόμενα καὶ πολυτελῆ καὶ σεμνὰ μιγνυμένη λυπηρὰ καὶ ναυτιώδη καὶ δυσπρόσδεκτα παρέχει τοῖς κεκτημένοις
"
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·
正如香料能使粗糙的斗篷和破烂的衣服散气,而安喀塞斯的身体却排泄出恶臭的体液, “从他的背上滴落到他的细麻布衣袍上,” 同样,伴随着美德,一切生活方式和生命都是无痛且愉快的。 然而,恶德一旦与那些看起来显赫、奢侈、庄严的事物混合在一起,就会使这些事物的占有者感到痛苦、恶心和难以接受。
ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί.
“此人在市场上被认为是幸福的人;但一旦他打开家门,他便无比凄惨,妻子主宰一切,命令,并且总是争吵。
"
καίτοι γυναικὸς οὐ χαλεπῶς ἄν τις ἀπαλλαγείη πονηρᾶς ἀνὴρ ὤν, μὴ ἀνδράποδον πρὸς δὲ τὴν ἑαυτοῦ κακίαν οὐκ ἔστι γραψάμενον ἀπόλειψιν πραγμάτων ἀφεῖσθαι καὶ ἀναπαύεσθαι γενόμενον καθʼ αὑτόν, ἀλλʼ ἀεὶ συνοικοῦσα τοῖς σπλάγχνοις καὶ προσπεφυκυῖα νύκτωρ καὶ μεθʼ ἡμέραν
"
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκε,
"
βαρεῖα συνέκδημος οὖσα διʼ ἀλαζονείαν καὶ πολυτελὴς σύνδειπνος ὑπὸ λιχνείας καὶ σύγκοιτος ὀδυνηρά, φροντίσι καὶ μερίμναις καὶ ζηλοτυπίαις ἐκκόπτουσα τὸν ὕπνον καὶ διαφθείρουσα.
” 然而,一个独立的人——只要他不是个奴隶—— 想要摆脱一个恶毒的妻子并不困难。 相比之下,对于自身的恶德,写下一纸离婚书来摆脱烦恼、独自一人获得安宁是不可能的。 相反,它始终与内脏同居,紧紧相贴,日日夜夜, “不用火把便焦烤着,并赐予无情的暮年,” 它因虚荣而成为沉重的旅伴,因贪食而成为昂贵的宴友,因嫉妒、焦虑和忧虑而成为痛苦的床伴,打碎并毁掉睡眠。
καὶ γὰρ ὃ καθεύδουσι, τοῦ σώματος ὕπνος ἐστὶ καὶ ἀνάπαυσις, τῆς ψυχῆς πτοῖαι καὶ ὄνειροι καὶ ταραχαὶ διὰ δεισιδαιμονίαν.
事实上,当他们睡觉时,对身体而言虽是睡眠和休息,对灵魂而言却因迷信而存在着惊恐、噩梦和动荡。
"
ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ,
ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων
"
φησί τις.
“当忧伤在我打盹时抓住我,我便被梦境所毁灭,” 正如某人所说。
οὕτω δὲ καὶ φθόνος καὶ φόβος καὶ θυμὸς καὶ ἀκολασία διατίθησι.
嫉妒、恐惧、愤怒和放纵也是如此影响着人。
μεθʼ ἡμέραν μὲν γὰρ ἔξω βλέπουσα καὶ συσχηματιζομένη πρὸς ἑτέρους ἡ κακία δυσωπεῖται καὶ παρακαλύπτει τὰ πάθη, καὶ παντάπασι ταῖς ὁρμαῖς ἐκδίδωσιν ἑαυτὴν ἀλλʼ ἀντιτείνει καὶ μάχεται πολλάκις·
因为在白天,恶德向外看,并迎合他人来伪装自己,顾忌体面而掩盖自己的情欲,并不完全顺从自己的冲动,而是常常抗拒和斗争。
ἐν δὲ τοῖς ὕπνοις ἀποφυγοῦσα δόξας καὶ νόμους καὶ πορρωτάτω γενομένη τοῦ δεδιέναι τε καὶ αἰδεῖσθαι, πᾶσαν ἐπιθυμίαν κινεῖ καὶ ἐπανεγείρει τὸ κακόηθες καὶ ἀκόλαστον.
然而在梦中,它逃脱了名声和法律,并且远离了恐惧和羞耻,激起了一切欲望,唤醒了邪恶和放纵的本性。
μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι,
ὥς φησιν ὁ Πλάτων; καὶ βρώσεις ἀθέσμους προσφέρεται καὶ πράξεως οὐδεμιᾶς ἀπέχεται, ἀπολαύουσα τοῦ παρανομεῖν ὡς ἀνυστὸν ἐστιν εἰδώλοις καὶ φάσμασιν εἰς οὐδεμίαν ἡδονὴν οὐδὲ τελείωσιν τοῦ ἐπιθυμοῦντος τελευτῶσιν, ἀλλὰ κινεῖν μόνον καὶ διαγριαίνειν τὰ πάθη καὶ τὰ νοσήματα δυναμένοις.
“因为它企图与母亲交合,” 正如柏拉图所说;它吃下不合律法的食物,不回避任何行为,尽可能地享受其在幻象和虚影中的违法行为。 这些违法行为并不能给渴望者带来任何快乐或满足,却只能激起和加剧他们的情欲和病症。
§3ποῦ τοίνυν τὸ ἡδὺ τῆς κακίας ἐστίν, εἰ μηδαμοῦ τὸ ἀμέριμνον καὶ τὸ ἄλυπον μηδʼ αὐτάρκεια μηδʼ ἀταραξία μηδʼ ἡσυχία;
那么,如果到处都没有无忧无虑、没有无痛、没有自足、没有安宁、没有静谧,恶德的快乐又在哪里呢?
ταῖς μὲν γὰρ τῆς σαρκὸς ἡδοναῖς; ἡ τοῦ σώματος εὐκρασία καὶ ὑγίεια χώραν καὶ γένεσιν δίδωσι· τῇ δὲ ψυχῇ οὐκ ἔστιν ἐγγενέσθαι γῆθος οὐδὲ χαρὰν βέβαιον, ἂν μὴ τὸ εὔθυμον καὶ ἄφοβον καὶ θαρραλέον ὥσπερ ἕδραν ἢ γαλήνην ἄκλυστον ὑποβάληται, ἀλλὰ κἂν ὑπομειδιάσῃ τις ἐλπὶς ἢ τέρψις, αὕτη ταχὺ φροντίδος ἐκραγείσης ὥσπερ ἐν εὐδίᾳ σπιλάδος συνεχύθη καὶ συνεταράχθη.
因为对于肉体的快乐,身体的调和与健康给予了其场所和产生的机会;但在灵魂中,除非将开朗、无惧和勇敢作为坚固的基座或无风暴的宁静,否则是不可能产生稳固的喜悦和快乐的。 即使有某种希望或喜悦微微一笑,它也会在焦虑突发时,像晴空里暗礁上的波浪一样,立刻被冲散并陷入混乱。
§4ἅθροιζε χρυσίον, σύναγε ἀργύριον, οἰκοδόμει περιπάτους, ἔμπλησον ἀνδραπόδων τὴν οἰκίαν καὶ χρεωστῶν τὴν πόλιν· ἂν μὴ τὰ πάθη τῆς ψυχῆς καταστορέσῃς καὶ τὴν ἀπληστίαν παύσῃς καὶ φόβων καὶ φροντίδων ἀπαλλάξῃς σαυτόν, οἶνον διηθεῖς· πυρέττοντι καὶ χολικῷ μέλι προσφέρεις καὶ σιτία καὶ ὄψα κοιλιακοῖς ἑτοιμάζεις καὶ δυσεντερικοῖς, μὴ στέγουσι μηδὲ ῥωννυμένοις ἀλλὰ προσδιαφθειρομένοις ὑπʼ αὐτῶν.
积蓄黄金,收集白银,建造散步道,让奴隶充满房屋,让债务人充满城市吧;如果你不平息灵魂的情欲,不停止你的贪婪,不使自己摆脱恐惧和忧虑,你只是在为发热的病人过滤葡萄酒;你在向胆汁病患者奉上蜂蜜,为患有结肠炎和痢疾的人准备食物和佳肴,他们无法容纳也无法因此强壮,反而会被其进一步毒害。
οὐχ ὁρᾷς τοὺς νοσοῦντας ὅτι τῶν βρωμάτων τὰ καθαρώτατα καὶ πολυτελέστατα δυσχεραίνουσι καὶ διαπτύουσι καὶ παραιτοῦνται προσφερόντων καὶ βιαζομένων, εἶτα, τῆς κράσεως μεταβαλούσης καὶ πνεύματος χρηστοῦ καὶ γλυκέος αἵματος ἐγγενομένου καὶ θερμότητος;
难道你没有看到,病人讨厌、吐出并拒绝那些人们强迫塞给他们的最纯净、最昂贵的食物吗?
οἰκείας, ἀναστάντες ἄρτον λιτὸν ἐπὶ τυρῷ καὶ καρδάμῳ χαίρουσι καὶ ἀσμενίζουσιν ἐσθίοντες;
然而,随后当他们的体质发生改变,体内产生健康的呼吸、甘美的血液和适度的热量时,他们便站起来,乐于并高兴地吃着佐以干酪和水芹的简朴面包。
τοιαύτην ὁ λόγος ἐμποιεῖ τῇ ψυχῇ διάθεσιν.
理性在灵魂中植入的正是这样一种状态。
αὐτάρκης ἔσῃ, ἂν μάθῃς τί τὸ καλὸν κἀγαθόν ἐστι·
如果你学会了什么是美德和善,你就会自足。
τρυφήσεις ἐν πενίᾳ καὶ βασιλεύσεις καὶ τὸν ἀπράγμονα βίον καὶ ἰδιώτην οὐδὲν ἧττον ἀγαπήσεις ἢ τὸν ἐπὶ στρατηγίαις καὶ ἡγεμονίαις·
你将在贫困中享受奢华,像国王一样统治,并且你热爱闲适和普通人的生活,绝不亚于热爱将领和统治者的生活。
οὐ βιώσῃ φιλοσοφήσας ἀηδῶς, ἀλλὰ πανταχοῦ ζῆν ἡδέως μαθήσῃ καὶ ἀπὸ πάντων·
哲学思考后你将不会生活得不愉快,而是会学会随时随地、从一切事物中快乐地生活。
εὐφρανεῖ σε πλοῦτος πολλοὺς εὐεργετοῦντα καὶ πενία πολλὰ μὴ μεριμνῶντα καὶ δόξα τιμώμενον καὶ ἀδοξία μὴ φθονούμενον.
财富会因能恩泽众人而使你喜悦,贫困会因不用忧虑许多事情而使你喜悦,名声会因受人尊敬而使你喜悦,无名会因不被人嫉妒而使你喜悦。