§1τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα καὶ προσβάλλοντα τὴν θερμότητα καθʼ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, ᾗ καὶ πολλάκις οἱ καυματιζόμενοι καὶ πυρέττοντες ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλʼ ἣν ὁ ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἡ ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει καὶ περιστέλλει, καὶ καθειργνυμένην εἰς τὸ σῶμα οὐκ ἐᾷ πάλιν σκεδάννυσθαι.
衣服は人間を温めるように思われるが、衣服自体が温めて熱を自ら与えているのではない。 それぞれの衣服はそれ自体としては冷たいものであり、だからこそ、暑さに苦しむ人や熱病の人は、しばしば衣服を次から次へと取り替えるのだ。 そうではなく、人間が自分自身から放出する熱を、衣服が体に密着して包み込み、そして体に閉じ込められた熱が再び散逸するのを許さないのである。
ταὐτὸ δὴ τοῦτο τοῖς πράγμασιν ὑπάρχον ἐξαπατᾷ τοὺς πολλούς, ὡς, ἂν οἰκίας μεγάλας περιβάλωνται καὶ πλῆθος ἀνδραπόδων καὶ χρημάτων συναγάγωσιν, ἡδέως βιωσομένους.
これとまったく同じ状況が、諸々の物事において存在し、多くの人々を欺いている。 すなわち、大きな家を身にまとし、多くの奴隷や財産を集めれば、快く生きられるだろうと(思い込ませている)。
τὸ δʼ ἡδέως ζῆν καὶ ἱλαρῶς οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τοὐναντίον ὁ ἄνθρωπος τοῖς περὶ αὑτὸν πράγμασιν ἡδονὴν καὶ χάριν ὥσπερ ἐκ πηγῆς τοῦ ἤθους προστίθησιν.
しかし、快く朗らかに生きることは外側から来るのではなく、反対に、人間が自らの周りの物事に対して、あたかも性格という泉から汲み出すようにして、快楽と喜びを付け加えるのである。
15
"
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι,
"
καὶ πλοῦτος;
15 「燃え盛る火があれば、家はより荘厳に見える」富もそうではないか。
ἡδίων καὶ δόξα λαμπροτέρα καὶ δύναμις, ἂν τὸ ἀπὸ τῆς ψυχῆς ἔχῃ γῆθος·
魂からの喜びを伴うならば、富はより心地よく、名声はより輝かしく、権力はより強力なものとなる。
ὅπου καὶ πενίαν καὶ φυγὴν καὶ γῆρας ἐλαφρῶς καὶ προσηνῶς πρὸς εὐκολίαν καὶ πραότητα τρόπου φέρουσιν.
そのような状態においては、貧困も亡命も老いも、気だての良さと温和な性質によって、軽やかにかつ穏やかに耐え忍ぶことができるのである。
§2ὡς γὰρ ἀρώματα τρίβωνας εὐώδεις καὶ ῥάκια ποιεῖ, τοῦ δʼ Ἀγχίσου τὸ σῶμα ἰχῶρα πονηρὸν ἐξεδίδου
"
νώτου καταστάζοντα βύσσινον φάρος,
"
οὕτω μετʼ ἀρετῆς καὶ δίαιτα πᾶσα καὶ βίος ἄλυπός ἐστι καὶ ἐπιτερπής, ἡ δὲ κακία καὶ τὰ λαμπρὰ φαινόμενα καὶ πολυτελῆ καὶ σεμνὰ μιγνυμένη λυπηρὰ καὶ ναυτιώδη καὶ δυσπρόσδεκτα παρέχει τοῖς κεκτημένοις
"
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·
香料がぼろ布や外套を香ばしくする一方で、アンキーセースの体からは悪臭を放つ分泌液が流れ出ており、「背中から亜麻布の衣に滴り落ちていた」というのと同じように、美徳を伴えば、どのような生活様式も人生も苦痛がなく愉快なものとなるが、悪徳は、一見華やかで贅沢で荘厳に見えるものに混ざり合うと、それらを所有する者たちにとって苦痛で不快で受け入れがたいものにしてしまう。 「この男は市場では幸福者とみなされている。
ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί.
しかし、ひとたび扉を開ければ、何と哀れなことか、妻がすべてを支配し、命令し、常に争っている。
"
καίτοι γυναικὸς οὐ χαλεπῶς ἄν τις ἀπαλλαγείη πονηρᾶς ἀνὴρ ὤν, μὴ ἀνδράποδον πρὸς δὲ τὴν ἑαυτοῦ κακίαν οὐκ ἔστι γραψάμενον ἀπόλειψιν πραγμάτων ἀφεῖσθαι καὶ ἀναπαύεσθαι γενόμενον καθʼ αὑτόν, ἀλλʼ ἀεὶ συνοικοῦσα τοῖς σπλάγχνοις καὶ προσπεφυκυῖα νύκτωρ καὶ μεθʼ ἡμέραν
"
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκε,
"
βαρεῖα συνέκδημος οὖσα διʼ ἀλαζονείαν καὶ πολυτελὴς σύνδειπνος ὑπὸ λιχνείας καὶ σύγκοιτος ὀδυνηρά, φροντίσι καὶ μερίμναις καὶ ζηλοτυπίαις ἐκκόπτουσα τὸν ὕπνον καὶ διαφθείρουσα.
」しかしながら、悪徳な妻から逃れることは、奴隷ではなく独立した男であるならば、それほど難しくはない。 これに対して、自分自身の悪徳に対しては、離婚届を書いて厄介事から解放され、独りになって平穏を得るということは不可能である。 悪徳は常に内臓の中に同居し、へばりついており、夜も昼も、「松明なしに焦がし、容赦なき老いを与える。 」それは、虚栄心のゆえに重荷となる旅の道連れであり、食い意地のゆえに贅沢な食卓の同伴者であり、嫉妬や不安や思い煩いによって睡眠を妨げ台無しにする、苦痛に満ちた添い寝相手なのである。
καὶ γὰρ ὃ καθεύδουσι, τοῦ σώματος ὕπνος ἐστὶ καὶ ἀνάπαυσις, τῆς ψυχῆς πτοῖαι καὶ ὄνειροι καὶ ταραχαὶ διὰ δεισιδαιμονίαν.
実際、彼らが眠るとき、身体にとっては睡眠と休息であっても、魂にとっては迷信による恐怖や夢、動揺が存在する。
"
ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ,
ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων
"
φησί τις.
「うたた寝しているときに悲しみが私をとらえると、悪夢によって私は破滅してしまう」とある者が言う通りである。
οὕτω δὲ καὶ φθόνος καὶ φόβος καὶ θυμὸς καὶ ἀκολασία διατίθησι.
嫉妬や恐怖、怒り、放縦も同様の状態をもたらす。
μεθʼ ἡμέραν μὲν γὰρ ἔξω βλέπουσα καὶ συσχηματιζομένη πρὸς ἑτέρους ἡ κακία δυσωπεῖται καὶ παρακαλύπτει τὰ πάθη, καὶ παντάπασι ταῖς ὁρμαῖς ἐκδίδωσιν ἑαυτὴν ἀλλʼ ἀντιτείνει καὶ μάχεται πολλάκις·
昼間は、悪徳は外に目を向け、他人に合わせて自らを取り繕うため、人目を憚り、自らの情念を覆い隠し、自らの衝動に完全には身を任せず、しばしば抵抗し、闘う。
ἐν δὲ τοῖς ὕπνοις ἀποφυγοῦσα δόξας καὶ νόμους καὶ πορρωτάτω γενομένη τοῦ δεδιέναι τε καὶ αἰδεῖσθαι, πᾶσαν ἐπιθυμίαν κινεῖ καὶ ἐπανεγείρει τὸ κακόηθες καὶ ἀκόλαστον.
しかし、睡眠の中では、評判や法律から逃れ、恐れや恥じらいから最も遠く離れるため、あらゆる欲望を刺激し、邪悪で放縦な本性を呼び覚ます。
μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι,
ὥς φησιν ὁ Πλάτων;
「母親と交わろうとしたり、」プラトンが言うように、不浄な食べ物を口にしたり、いかなる破廉恥な行為も避けず、無法な行いを楽しむ。
καὶ βρώσεις ἀθέσμους προσφέρεται καὶ πράξεως οὐδεμιᾶς ἀπέχεται, ἀπολαύουσα τοῦ παρανομεῖν ὡς ἀνυστὸν ἐστιν εἰδώλοις καὶ φάσμασιν εἰς οὐδεμίαν ἡδονὴν οὐδὲ τελείωσιν τοῦ ἐπιθυμοῦντος τελευτῶσιν, ἀλλὰ κινεῖν μόνον καὶ διαγριαίνειν τὰ πάθη καὶ τὰ νοσήματα δυναμένοις.
しかし、それは何ら欲望する者の快楽や充足に終わることはなく、影や幻影によって、ただ情念や病を刺激し、激化させることしかできないのである。
§3ποῦ τοίνυν τὸ ἡδὺ τῆς κακίας ἐστίν, εἰ μηδαμοῦ τὸ ἀμέριμνον καὶ τὸ ἄλυπον μηδʼ αὐτάρκεια μηδʼ ἀταραξία μηδʼ ἡσυχία;
それならば、どこに悪徳の快楽があるというのか。 もしどこにも不安のなさも、苦痛のなさも、自足も、平穏も、静けさもないとすれば。
ταῖς μὲν γὰρ τῆς σαρκὸς ἡδοναῖς; ἡ τοῦ σώματος εὐκρασία καὶ ὑγίεια χώραν καὶ γένεσιν δίδωσι·
肉体の快楽に対しては、身体の調和と健康が場所と発生を与えるが、魂においては、朗らかさ、恐れのなさ、大胆さが、あたかも揺るぎない座や嵐のない凪のように土台とならなければ、喜びも確固たる楽しさも生じ得ない。
τῇ δὲ ψυχῇ οὐκ ἔστιν ἐγγενέσθαι γῆθος οὐδὲ χαρὰν βέβαιον, ἂν μὴ τὸ εὔθυμον καὶ ἄφοβον καὶ θαρραλέον ὥσπερ ἕδραν ἢ γαλήνην ἄκλυστον ὑποβάληται, ἀλλὰ κἂν ὑπομειδιάσῃ τις ἐλπὶς ἢ τέρψις, αὕτη ταχὺ φροντίδος ἐκραγείσης ὥσπερ ἐν εὐδίᾳ σπιλάδος συνεχύθη καὶ συνεταράχθη.
もし何か希望や歓びがかすかに微笑みかけたとしても、それは凪のなかの隠れ根に波が砕けるように、突如湧き出た不安によって、たちまち混乱させられ、かき乱されてしまうのである。
§4ἅθροιζε χρυσίον, σύναγε ἀργύριον, οἰκοδόμει περιπάτους, ἔμπλησον ἀνδραπόδων τὴν οἰκίαν καὶ χρεωστῶν τὴν πόλιν·
金を蓄え、銀を集め、遊歩道を建設し、家を奴隷で満たし、都市を債務者で満たすがよい。
ἂν μὴ τὰ πάθη τῆς ψυχῆς καταστορέσῃς καὶ τὴν ἀπληστίαν παύσῃς καὶ φόβων καὶ φροντίδων ἀπαλλάξῃς σαυτόν, οἶνον διηθεῖς·
もし魂の情念を静めず、強欲を止めず、恐れや思い煩いから自分を解放しないならば、あなたはワインを濾しているようなものである。
πυρέττοντι καὶ χολικῷ μέλι προσφέρεις καὶ σιτία καὶ ὄψα κοιλιακοῖς ἑτοιμάζεις καὶ δυσεντερικοῖς, μὴ στέγουσι μηδὲ ῥωννυμένοις ἀλλὰ προσδιαφθειρομένοις ὑπʼ αὐτῶν.
熱病や胆汁症の患者に蜂蜜を差し出し、胃を病む人や赤痢の患者に食べ物やおかずを用意しているようなもので、それらは受け入れられず、力にもならず、むしろそれらによって患者はいっそう害されるだけである。
οὐχ ὁρᾷς τοὺς νοσοῦντας ὅτι τῶν βρωμάτων τὰ καθαρώτατα καὶ πολυτελέστατα δυσχεραίνουσι καὶ διαπτύουσι καὶ παραιτοῦνται προσφερόντων καὶ βιαζομένων, εἶτα, τῆς κράσεως μεταβαλούσης καὶ πνεύματος χρηστοῦ καὶ γλυκέος αἵματος ἐγγενομένου καὶ θερμότητος; οἰκείας, ἀναστάντες ἄρτον λιτὸν ἐπὶ τυρῷ καὶ καρδάμῳ χαίρουσι καὶ ἀσμενίζουσιν ἐσθίοντες;
病人が、食物の中でも最も純粋で最も高価なものを嫌い、吐き出し、勧めて無理に食べさせようとする人々を拒絶するのを見ないのか。 しかしその後、体質が変化し、健全な呼吸、甘美な血液、適度な熱が体内に宿ると、立ち上がって、チーズとコショウソウを添えた質素なパンを喜び、喜んで食べる。
τοιαύτην ὁ λόγος ἐμποιεῖ τῇ ψυχῇ διάθεσιν.
理性は、魂にそのような状態をもたらす。
αὐτάρκης ἔσῃ, ἂν μάθῃς τί τὸ καλὸν κἀγαθόν ἐστι·
何が善美であるかを学ぶなら、あなたは自足するだろう。
τρυφήσεις ἐν πενίᾳ καὶ βασιλεύσεις καὶ τὸν ἀπράγμονα βίον καὶ ἰδιώτην οὐδὲν ἧττον ἀγαπήσεις ἢ τὸν ἐπὶ στρατηγίαις καὶ ἡγεμονίαις·
貧困の中でも贅沢をし、王のようになり、将軍や支配者の地位にある生活に劣らず、平穏で一市民としての生活を愛するようになる。
οὐ βιώσῃ φιλοσοφήσας ἀηδῶς, ἀλλὰ πανταχοῦ ζῆν ἡδέως μαθήσῃ καὶ ἀπὸ πάντων·
哲学を修めれば不快に生きることはなく、あらゆるところで、あらゆるものから快く生きることを学ぶ。
εὐφρανεῖ σε πλοῦτος πολλοὺς εὐεργετοῦντα καὶ πενία πολλὰ μὴ μεριμνῶντα καὶ δόξα τιμώμενον καὶ ἀδοξία μὴ φθονούμενον.
富は多くの人々に恩恵を施すことであなたを楽しませ、貧困は多くの思い煩いを持たないことで、名声は敬われることで、無名は嫉妬されないことで、あなたを楽しませるだろう。