Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §80-162

德墨丰登场与科普柔斯索要求庇者

第 2 段,共 13 段 · 希腊语

内容简介

科普柔斯企图强行带走赫拉克勒斯的孩子们,但被歌队阻止。雅典国王德墨丰赶到并询问其身份和目的,科普柔斯以阿尔戈斯的法律为由进行辩解,并以战争威胁雅典交出这些求庇者。

§80σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν §81ξύνοικον ἦλθες λαόν;
[歌队] 老人家,你究竟是从哪个地方,来到这同居于四城联盟的民众这里的?
ἢ πέρα- §82θεν ἁλίῳ πλάτᾳ §83κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;
还是说,从对岸用海上的桨,你们离开了优卑亚的海岸,漂泊到这里来的?
§84οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, §85ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
[约拉欧斯] 异邦人啊,我并非过着岛民的生活,而是从迈锡尼来到了你们的土地。
§86ὄνομα τί σε, γέρον, §87Μυκηναῖος ὠνόμαζεν λεώς;
[歌队] 老人家,迈锡尼的人民以前用什么名字称呼你?
§88τὸν Ἡράκλειον ἴστε που παραστάτην §89Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
[约拉欧斯] 你们大概知道赫拉克勒斯的战友约拉欧斯吧;因为我这个身体绝非无名之辈。
§90οἶδʼ εἰσακούσας καὶ πρίν·
[歌队] 我在以前就听说过你。
ἀλλὰ τοῦ ποτὲ §91ἐν χερὶ σᾷ κομίζεις κόρους §92νεοτρεφεῖς;
但是,你眼里这手里带着的这些年幼的孩子,究竟是谁的?
φράσον.
请告诉我。
§93Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι, §94ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
[约拉欧斯] 异邦人啊,这些是赫拉克勒斯的孩子们,他们作为你和这座城邦的求庇者而来到这里。
§95τί χρέος;
[歌队] 有何求?
ἢ λόγων πόλεος, ἔνεπέ μοι, §96μελόμενοι τυχεῖν;
还是说他们渴望得到城邦的答复? 请告诉我。
§97μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν §98τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
[约拉欧斯] 既不被引渡,也不违背你们神明的意志而被强行拉走、押解到阿尔戈斯。
§99ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει, §100οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.
[科普柔斯] 但这绝不能让你们的主人满意,他们既然对你拥有支配权,就在这里找到了你。
§101εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε, §102καὶ μὴ βιαίῳ χερὶ δαιμόνων §103ἀπολείπειν ἕδη· §104πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.
[歌队] 异邦人啊,理应敬畏神明的求庇者,不该用暴力的手强迫他们离开神明的宝座;因为神圣的公正绝不容忍此事。
§105ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, §106κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
[科普柔斯] 那么,就把这些属于欧律斯透斯的人逐出这片土地,我绝不会使用暴力的手。
§107ἄθεον ἱκεσίαν §108μεθεῖναι πόλει ξένων προστροπάν.
[歌队] 城邦抛弃外邦求庇者的神圣祈求,是违背神明的。
§109καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα, §110εὐβουλίας τυχόντα τῆς ἀμείνονος.
[科普柔斯] 然而,采纳更好的忠告,抽身于麻烦之外,不失为一件妙事。
§111οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε §112χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους §113θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.
[歌队] 既然如此,你本该在这片土地的统治者知情后再做这等胆大妄为之事,而不是违背对自由土地的尊重,强行把异邦人从神明那里拉走。
§114τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
[科普柔斯] 那么,这片领土和城邦的君主是谁?
§115ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
[歌队] 是德墨丰,他是高贵父亲忒修斯的儿子。
§116πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου §117μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.
[科普柔斯] 看来,这场争论的交锋主要应该针对他了;其余的话都白说了。
§118καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων §119Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.
[歌队] 瞧,他本人正急匆匆地走来,还有他的兄弟阿卡玛斯,他们都要来听一听这番说辞。
§120ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους §121βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός, §122λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;
[德墨丰] 长者,既然你虽然年迈,却比我们年轻一辈还要抢先奔向这宙斯的祭坛前来救援,那就请告诉我,是什么样的事变让这群人聚集在这里?
§123ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους §124βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ, §125πατρός τε πιστὸς Ἰόλεως παραστάτης.
[歌队] 殿下,如你所见,这些作为求庇者的赫拉克勒斯的孩子们正坐着,他们给祭坛戴上了花冠,还有他们父亲的忠实战友约拉欧斯。
§126τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;
[德墨丰] 那么,究竟是什么样的灾祸,需要发出刚才那样的呼救悲鸣?
§127βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν §128ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ §129γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.
[歌队] 这个人企图强行把他从这祭坛拖走,逼得他大声呼救,并且掀翻了这位老人的膝盖,以至于我因怜悯而落下了眼泪。
§130καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων §131ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.
[德墨丰] 的确,他的装束是希腊式的,衣着也有希腊的样式,但这所作所为,分明是野蛮人的手段。
§132σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ §133ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
现在,该由你来向我说明,而且不要拖延,你离开了哪个土地的边境,来到了这里?
§134Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·
[科普柔斯] 我是阿尔戈斯人;因为这就是你想知道的。
§135ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.
至于我为何而来,又是受谁之托,我正想说明。
§136πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ §137ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε, §138δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
迈锡尼的君主欧律斯透斯派我到这里来,要把这些人带走;异邦人啊,我来到这里,无论要做还是要说的事,都带有充分的合情合理的理由。
§139Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω §140ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, §141νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους §142θανεῖν·
因为我自己身为阿尔戈斯人,要带走阿尔戈斯人,要把这些从我自己的土地上逃亡出来的人带走,他们已经按照当地的法律被判处死刑。
δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν §143αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.
而我们居住在自己的城邦里,自己对自己的人执行具有最终效力的判决,本就是合情合理的。
§144πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι §145ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις, §146κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.
他们虽然也曾去过许多其他城邦的祭坛,但我们都用这同样的说辞挡在他们面前,而且没有一个城邦敢把别人的灾祸揽在自己身上。
§147ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι §148δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων §149ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·
他们要么是看透了你身上的某种愚蠢,才来到这里,要么是在走投无路的情况下孤注一掷,根本不顾后果会好还是会坏。
§150οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που §151μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος §152τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.
因为他们绝不指望你既然是个明白人,会在他们走遍的这么广阔的希腊之中,唯独你一个人去同情这些家伙愚蠢的遭遇。
§153φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς §154ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
来吧,对比权衡一下:若是你放手让这些人走,任由我们把他们带走,你能得到什么好处?
§155τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, §156Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως §157ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
从我们这里,你可以得到以下的好处:将阿尔戈斯如此庞大的兵力和欧律斯透斯所有的军威,都加进你们这座城邦的盟友里。
§158ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα §159βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται §160δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν §161δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.
但若是你看着他们的说辞和哀求就心软下来,那事情就会演变成刀兵相见的战争;你可别以为,我们不用到钢铁武器就会放弃这场争斗。
§162τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,
到那时,你究竟要怎么辩解? 你是被夺走了什么样的平原,

词汇与语法注释

  1. 120ἔφθης ... βοηδρομήσας — 动词 φθάνω 与分词结合的句型,表示“抢先于……做某事”。此处指长者在年轻一辈(νεωτέρους)之前,抢先奔来救援(βοηδρομήσας)。
  2. 142δίκαιοι δʼ ἐσμὲν ... κραίνειν — 使用形容词 δίκαιος 的人称句型,等同于无人称句型 δίκαιόν ἐστιν ἡμᾶς κραίνειν(“我们做出决定是理所当然的”)。这是古典时期强调主语性质的标准语法。
  3. 107ἄθεον ... μεθεῖναι — 表语形容词 ἄθεον 省略了系动词(ἐστί)。不定式短语“抛弃外邦求庇者的祈求(μεθεῖναι ... προστροπάν)”作为整个句子的主语。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §80-162. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:80-162

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。